[3] μετὰ δὲ τῶν τινα Ῥωμαίων, Βέσον γένος Βουρκέντιον ὄνομα, ὑπὸ Ναρσῇ τεταγμένον τῷ Ἀρμενίῳ, μόνον ἰδόντες ἐς μέσην ἡμέραν φυλακὴν ἔχοντα, ὡς μή τις ἐκ τῆς πόλεως ἐπὶ τὴν πόαν ληψόμενος ἴοι, ἔς τε λόγους αὐτῷ ξυνῆλθον ἐγγυτέρω ἥκοντες καὶ τὰ πιστὰ δόντες ὡς οὐδὲν ἐς αὐτὸν κακουργήσωσι ξυγγενέσθαι σφίσιν ἐκέλευον, ἔσεσθαί οἱ μεγάλα ἐπαγγειλαμένοις παρὰ σφῶν χρήματα. [p. 94]