[5] τῶν μὲν οὖν βαρβάρων ὅσοι τοῦ ὀχετοῦ ἀπεπειράσαντο, ἐπειδὴ ἐν μέσῃ πόλει ἐγένοντο, ἔνθα δὴ ἄνοδός τις ἦν ἐκ παλαιοῦ ἐς αὐτό που τὸ Παλάτιον φέρονσα, οἰκοδομίᾳ τινὶ ἐνταῦθα ἐνέτυχον οὔτε πρόσω ἰέναι τὸ λοιπὸν συγχωρούσῃ οὔτε τῇ ἀναβάσει τὸ παράπαν χρῆσθαι.