[14] ὅπερ Ἄκλας καλοῦσιν. ἔνθα δὴ ὁ Γελίμερ παῤ αὐτὸν εἰσῆλθε, γελῶν γέλωτα οὔτε φαῦλον οὔτε κρύπτεσθαι ἱκανὸν ὄντα, τῶν τε αὐτὸν θεωμένων ἔνιοι μὲν τῇ τοῦ πάθους ὑπερβολῇ ἁπάντων τε αὐτὸν ἐκστῆναι τῶν κατὰ φύσιν ὑπώπτευον καὶ παραπαίοντα ἤδη λόγῳ οὐδενὶ τὸν γέλωτα ἔχειν.