[22] τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἡ ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι τὴν Λιβύης ἀρχήν.