previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῇ δὲ ὑστεραίᾳ Πέρσαις μὲν στρατιῶται μύριοι ἐκ Νισίβιδος πόλεως μετάπεμπτοι ἦλθον, Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸς Μιρράνην ἔγραψαν τάδε, ‘Πρῶτον ἀγαθὸν τὴν εἰρήνην εἶναι ὡμολόγηται παρὰ πάντων ἀνθρώπων οἷς τι καὶ κατὰ τὸ [2] βραχὺ λογισμοῦ μέτεστιν. ὥστε ἤν τις διαλυτὴς αὐτῆς γένοιτο, τῶν κακῶν αἰτιώτατος ἂν οὐ τοῖς πέλας μόνον, ἀλλὰ καὶ ὁμογενέσι τοῖς αὑτοῦ εἴη. στρατηγὸς μὲν οὖν ἄριστος οὗτος ἐκεῖνός ἐστιν, ὃς δὴ ἐκ πολέμου εἰρήνην διατίθεσθαι ἱκανὸς πέφυκε. [3] σὺ δὲ τῶν πραγμάτων εὖ καθεστώτων Ῥωμαίοις τε καὶ Πέρσαις πόλεμον ἐπάγειν ἡμῖν αἰτίαν οὐκ [p. 114] ἔχοντα ἔγνωκας, καίπερ ἑκατέρου μὲν βασιλέως εἰρηναῖα βουλευομένου, πρέσβεων δὲ παρόντων ἡμῖν ἐν γειτόνων ἤδη, οἳ δὴ τὰ διάφορα τῇ ἐς ἀλλήλους ὁμιλίᾳ οὐκ εἰς μακρὰν διαλύσουσιν, ἢν μή τι ἀνήκεστον ἐκ τῆς σῆς ἐφόδου ξυμβαῖνον ταύτην ἡμῖν ἀναστέλλειν τὴν ἐλπίδα ἰσχύσῃ. [4] ἀλλ̓ ἄπαγε ὅτι τάχιστα τὸν στρατὸν ἐς τὰ Περσῶν ἤθη, μηδὲ τοῖς μεγίστοις ἀγαθοῖς ἐμποδὼν ἵστασο, μή ποτε Πέρσαις, ὡς τὸ εἰκός, εἴης τῶν ξυμβησομένων [5] δεινῶν αἴτιος.’ ταῦτα ἐπεὶ Μιρράνης ἀπενεχθέντα τὰ γράμματα εἶδεν, ἀμείβεται ὧδε, ‘Ἐποίησα ἂν τὰ αἰτούμενα, τοῖς γεγραμμένοις ἀναπεισθείς, εἰ μὴ Ῥωμαίων ἐπιστολὴ ἐτύγχανεν οὖσα, οἷς τὸ μὲν ἐπαγγέλλεσθαι πρόχειρόν ἐστιν, ἔργῳ δὲ τὰ ἐπηγγελμένα ἐπιτελεῖν χαλεπώτατόν τε καὶ κρεῖσσον ἐλπίδος, ἄλλως τε ἢν καὶ ὅρκοις τισὶ κυρώσητε τὰ ξυγκείμενα. [6] ἡμεῖς μὲν οὖν πρὸς τὴν ὑμετέραν ἀπειπόντες ἀπάτην, ἐν ὅπλοις ἠναγκάσμεθα παῤ ὑμᾶς ἥκειν, ὑμεῖς δέ, φίλοι Ῥωμαῖοι, μηδὲν ἄλλο τὸ λοιπὸν οἴεσθε πολεμητέα ὑμῖν ἐς Πέρσας εἶναι. ἐνταῦθα γὰρ ἡμᾶς τεθνάναι καταγηράσκειν δεήσει, ἕως ἔργῳ τὰ δίκαια πρὸς ἡμᾶς θήσεσθε.’ τοσαῦτα μὲν καὶ Μιρράνης ἀντέγραψεν. [7] αὖθις δὲ οἱ ἀμφὶ Βελισάριον ἔγραψαν ὧδε, ‘Οὐ πάντα χρή, βέλτιστε Μιρράνη, τῇ ἀλαζονείᾳ χαρίζεσθαι, οὐδὲ τοῖς πέλας ἐπιφέρειν ὀνείδη τὰ μηδαμόθεν προσήκοντα. [8] Ῥουφῖνον γὰρ ἐπὶ πρεσβείᾳ ἥκοντα οὐκ ἄποθεν εἶναι ἡμεῖς τε εἴπομεν ξὺν τῷ ἀληθεῖ καὶ αὐτὸς οὐκ ἐς μακρὰν εἴσῃ. [9] γλιχομένοις δὲ ὑμῖν πολεμίων ἔργων ἀντιταξόμεθα [p. 116] ξὺν θεῷ, ὃν ἡμῖν ἐν τῷ κινδύνῳ ξυλλήψεσθαι ἴσμεν, ἠγμένον μὲν τῇ Ῥωμαίων ἀπραγμοσύνῃ, ἀλαζονείᾳ δὲ τῇ Περσῶν νεμεσήσαντα καὶ οἷς ἐπὶ τὴν εἰρήνην προκαλουμένοις ἡμῖν εἶτα ἀντιτείνειν ἐγνώκατε. [10] ἀντιταξόμεθα δὲ τὰ γεγραμμένα παῤ ἑκατέρων ἀπ̓ ἄκρων σημείων [11] ἐς τὴν ξυμβολὴν ἀναψάμενοι.’ τοσαῦτα μὲν γραφὴ ἐδήλου. Μιρράνης δὲ καὶ αὖθις ἀμείβεται ὧδε, ‘Οὐδὲ ἡμεῖς ἄνευ θεῶν τῶν ἡμετέρων ἐς τὸν πόλεμον καθιστάμεθα, ξὺν αὐτοῖς δὲ παῤ ὑμᾶς ἥξομεν, οὕσπερ τῇ ὑστεραίᾳ Πέρσας ἐς Δάρας ἐσβιβάσειν ἐλπίδα ἔχω. [12] ἀλλά μοι τό τε βαλανεῖον καὶ ἄριστον ἐν παρασκευῇ τοῦ περιβόλου ἐντὸς γινέσθω.’ ταῦτα οἱ ἀμφὶ Βελισάριον ἀναλεξάμενοι παρεσκευάζοντο ἐς τὴν ξυμβολήν. [13] Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Πέρσας ἅπαντας περὶ ἡλίου ἀνατολὰς ξυγκαλέσας Μιρράνης ἔλεξε τοιάδε, ‘Οὐκ ἀγνοῶ μὲν ὡς οὐ λόγοις τῶν ἡγουμένων, ἀλλ̓ ἀρετῇ τε οἰκείᾳ καὶ τῇ ἐς ἀλλήλους αἰδοῖ θαρσεῖν ἐν τοῖς κινδύνοις εἰώθασι Πέρσαι. [14] ὁρῶν δὲ ὑμᾶς διαλογιζομένους τί δήποτε οὐ συνειθισμένον Ῥωμαίοις πρότερον ἄνευ θορύβων τε καὶ ἀταξίας εἰς μάχην ἰέναι, οἱ δὲ ξὺν κόσμῳ τινὶ ἔναγχος οὐδαμόθεν σφίσι προσήκοντι Πέρσας ἐπιόντας ὑπέστησαν, τοῦδε εἵνεκα παραίνεσιν ποιεῖσθαί τινα εἰς ὑμᾶς ἔγνωκα, ὅπως μὴ δόξῃ οὐκ ἀληθεῖ χρωμένοις ὑμῖν σφαλῆναι συμβαίη. [15] μὴ γὰρ οἴεσθε Ῥωμαίους ἀμείνους τὰ πολέμια ἐκ τοῦ αἰφνιδίου γενέσθαι μηδὲ ἀρετῆς τι ἐμπειρίας κεκτῆσθαι [p. 118] πλέον, ἀλλὰ καὶ δειλοὺς αὐτοὺς γεγονέναι μᾶλλον τὰ πρότερα ὄντες ἐτύγχανον: οἵ γε οὕτω Πέρσας δεδίασιν ὥστε οὐδὲ τάφρου χωρὶς ἐς τὴν φάλαγγα καθίστασθαι τετολμήκασιν. [16] οὐδὲ ξὺν ταύτῃ μάχης τινὸς ἦρξαν, ἀλλ̓ ἐπεὶ ἐς χεῖρας αὐτοῖς οὐδαμῶς ἤλθομεν, ἄσμενοί τε καὶ κρεῖσσον ἐλπίδος τὰ πράγματα σφίσι κεχωρηκέναι οἰόμενοι ἐπὶ τὸ τεῖχος ἐχώρησαν. [17] διὸ δὴ αὐτοῖς οὐδὲ ξυντεταράχθαι τετύχηκεν, οὔπω εἰς κίνδυνον πολέμου ἐλθοῦσιν. ἢν δέ γε μάχη ἐκ χειρὸς γένηται, ὀρρωδία τε αὐτοὺς καὶ ἀπειρία περιλαβοῦσαι ἐς ἀκοσμίαν τὴν συνήθη, ὡς τὸ εἰκός, καταστήσουσι. [18] τὰ μὲν οὖν τῶν πολεμίων τοιαῦτά ἐστιν: ὑμᾶς δέ, ἄνδρες Πέρσαι, τοῦ βασιλέων βασιλέως κρίσις εἰσίτω. [19] ἢν γὰρ μὴ ἐπαξίως τῆς Περσῶν ἀρετῆς ἐν τῷ παρόντι ἀνδραγαθίζοισθε, κόλασις ὑμᾶς οὐκ [20] εὐκλεὴς περιστήσεται.’ οὕτω μὲν Μιρράνης παρακελευσάμενος ἐπὶ τοὺς πολεμίους τὸ στράτευμα ἦγε. Βελισάριος δὲ καὶ Ἑρμογένης πρὸ τοῦ περιβόλου πάντας Ῥωμαίους ἀγείραντες παρεκελεύσαντο ὧδε, [21]Ὡς μὲν οὐκ εἰσὶ παντάπασιν ἀνίκητοι Πέρσαι οὐδὲ κρείσσους θνήσκειν ἐπίστασθε δή που, μάχῃ τῇ προτέρᾳ σταθμώμενοι: ὡς δὲ τῇ τε ἀνδρίᾳ καὶ σώματος ἰσχύϊ περιόντες αὐτῶν, μόνῳ ἡττᾶσθε τῷ τοῖς ἄρχουσιν ἀπειθέστεροι εἶναι, [22] οὐδεὶς ἂν ἀντείποι. ὅπερ ἐπανορθοῦν πόνῳ οὐδενὶ ὑμῖν πάρεστι. τὰ μὲν γὰρ τῆς τύχης ἐναντιώματα σπουδῇ ἐπανορθοῦσθαι οὐδαμῶς πέφυκε, γνώμη δὲ [p. 120] τῶν οἰκείων κακῶν ῥᾳδίως ἂν ἀνθρώπῳ ἰατρὸς γένοιτο: [23] ὥστε ἢν τῶν παραγγελλομένων κατακούειν βουλομένοις ὑμῖν, αὐτίκα δὴ ἀναδήσεσθε τὸ τοῦ πολέμου κράτος. οἱ γὰρ οὐκ ἄλλῳ τῳ τῷ ἡμετέρῳ ἀκόσμῳ θαρσοῦντες ἐφ̓ ἡμᾶς ἥκουσι. [24] σφαλέντες δὲ καὶ νῦν τῆς τοιαύτης ἐλπίδος ὁμοίως τῇ προλαβούσῃ ξυμβολῇ ἀπαλλάξουσι. καὶ τὸ πλῆθος τῶν πολεμίων, μάλιστα δεδίττονται, [25] ὑμᾶς ὑπερφρονεῖν ἄξιον. τὸ γὰρ πεζὸν ἅπαν οὐδὲν ἄλλο ὅμιλός ἐστιν ἀγροίκων οἰκτρῶν, οἳ ἐς τὴν παράταξιν ἐπ̓ ἄλλῳ οὐδενὶ ἔρχονται τεῖχός τε διορύττειν καὶ τοὺς τεθνεῶτας σκυλεύειν καὶ τἄλλα τοῖς στρατιώταις ὑπηρετεῖν. [26] διὸ δὴ ὅπλα μὲν οἷς ἂν καὶ τοὺς ἐναντίους ἐνοχλοῖεν οὐδαμῆ ἔχουσι, τοὺς δὲ θυρεοὺς τοιούτους τὸ μέγεθος προβέβληνται μόνον ὅπως αὐτοὶ πρὸς τῶν πολεμίων ἥκιστα βάλλωνται. [27] οὐκοῦν ἄνδρες ἀγαθοὶ ἐν τῷδε τῷ κινδύνῳ γενόμενοι οὐκ ἐν τῷ παρόντι μόνον Πέρσας νικήσετε, ἀλλὰ καὶ τῆς ἀπονοίας κολάσετε, ὡς μήποτε αὖθις εἰς γῆν τὴν Ῥωμαίων στρατεύσονται.’ [28] Ταύτην Βελισάριός τε καὶ Ἑρμογένης τὴν παραίνεσιν ποιησάμενοι, ἐπειδὴ Πέρσας ὁδῷ ἰόντας ἐπὶ σφᾶς εἶδον, τρόπῳ τῷ προτέρῳ κατὰ τάχος τοὺς στρατιώτας διέταξαν. [29] καὶ οἱ βάρβαροι παῤ αὐτοὺς ἥκοντες μετωπηδὸν ἔστησαν. οὐχ ἅπαντας μέντοι Πέρσας Μιρράνης ἀντίους τοῖς πολεμίοις, ἀλλὰ τοὺς ἡμίσεις ἔστησε, τοὺς δὲ ἄλλους ὄπισθεν μένειν εἴασεν. [30] οἳ δὴ τοὺς μαχομένους ἐκδεχόμενοι ἔμελλον ἀκμῆτες ἐπιθήσεσθαι [p. 122] τοῖς ἐναντίοις, ὅπως ἀεὶ ἐκ περιτροπῆς ἅπαντες μάχωνται. [31] μόνον δὲ τὸν τῶν ἀθανάτων λεγομένων λόχον ἡσυχῆ μένειν, ἕως αὐτὸς σημήνῃ, ἐκέλευεν. [32] αὐτός τε κατὰ μέσον τοῦ μετώπου ταξάμενος, Πιτυάξην μὲν τοῖς ἐν δεξιᾷ, Βαρεσμανᾶν δὲ τοῖς ἐς τὸ ἀριστερὸν κέρας ἐπέστησεν. οὕτω μὲν ἀμφότεροι ἐτετάχατο. Φάρας δὲ Βελισαρίῳ τε καὶ Ἑρμογένει παραστὰς εἶπεν, [33]Οὐδέν μοι δοκῶ ἐνταῦθα ξὺν τοῖς Ἐρούλοις μένων τοὺς πολεμίους ἐργάσασθαι μέγα: ἢν δὲ κρυπτόμενοι ἐς τὸ κάταντες τοῦτο, εἶτα, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται Πέρσαι, διὰ τοῦδε τοῦ λόφου ἀναβαίνοντες ἐκ τοῦ αἰφνιδίου κατὰ νώτου αὐτῶν ἴωμεν ὄπισθεν βάλλοντες, τὰ ἀνήκεστα αὐτούς, ὡς τὸ εἰκός, δράσομεν.’ μὲν ταῦτα εἶπε, καὶ ἐπεὶ τοὺς ἀμφὶ Βελισάριον ἤρεσκε, κατὰ ταῦτα ἐποίει. [34] Μάχης δὲ ἄχρι ἐς ἡμέραν μέσην οὐδέτεροι ἦρχον. ἐπειδὴ δὲ τάχιστα μεσημβρία παρῴχηκεν, ἔργου οἱ βάρβαροι εἴχοντο, τοῦδε εἵνεκα ἐς τοῦτον τῆς ἡμέρας τὸν καιρὸν τὴν ξυμβολὴν ἀποθέμενοι, ὅτι δὴ αὐτοὶ μὲν σιτίοις ἐς δείλην ὀψίαν χρῆσθαι μόνον εἰώθασι, Ῥωμαῖοι δὲ πρὸ τῆς μεσημβρίας, ὥστε οὔποτε ᾤοντο αὐτοὺς ὁμοίως ἀνθέξειν, ἢν πεινῶσιν ἐπιθῶνται. [35] τὰ μὲν οὖν πρῶτα τοξεύμασιν ἐχρῶντο ἐς ἀλλήλους ἑκάτεροι, καί τινα τὰ βέλη τῷ πλήθει ἀχλὺν ἐπὶ πλεῖστον ἐποίει, ἔκ τε ἀμφοτέρων πολλοὶ ἔπιπτον, πολλῷ δὲ συχνότερα τὰ τῶν βαρβάρων βέλη ἐφέρετο. [36] ἐν περιτροπῇ γὰρ ἀεὶ ἀκμῆτες ἐμάχοντο, αἴσθησιν τοῦ ποιουμένου τοῖς πολεμίοις ὡς ἤκιστα παρεχόμενοι, οὐ μέντοι οὐδὲ ὣς Ῥωμαῖοι τὸ ἔλασσον [p. 124] εἶχον. πνεῦμα γὰρ ἐνθένδε ἐπίφορον ἐπὶ τοὺς βαρβάρους ἐπιπεσὸν οὐ λίαν αὐτῶν τὰ τοξεύματα ἐνεργεῖν εἴα. [37] ἐπεὶ δὲ ἅπαντα ἑκατέρους τὰ βέλη ἤδη ἐπιλελοίπει, τοῖς τε δόρασιν ἐς ἀλλήλους ἐχρῶντο καὶ μάχη ἔτι μᾶλλον ἐκ χειρὸς ἐγεγόνει. Ῥωμαίων δὲ κέρας τὸ ἀριστερὸν μάλιστα ἔκαμνε. [38] Καδισηνοὶ γάρ, οἳ ταύτῃ ξὺν τῷ Πιτυάξῃ ἐμάχοντο, πολλοὶ ἐπιβεβοηθηκότες ἐξαπιναίως ἐτρέψαντό τε τοὺς πολεμίους καὶ φεύγουσιν ἐγκείμενοι ἰσχυρότατα συχνοὺς ἔκτεινον. [39] δὴ κατιδόντες οἱ ξὺν τῷ Σουνίκᾳ τε καὶ Ἀϊγάν, δρόμῳ πολλῷ ἐπ̓ αὐτοὺς ᾔεσαν. πρῶτοι δὲ οἱ τριακόσιοι ξὺν τῷ Φάρᾳ Ἔρουλοι ἐξ ὑψηλοῦ κατὰ νώτου τῶν πολεμίων γενόμενοι, ἔργα θαυμαστὰ ἔς τε τοὺς ἄλλους καὶ τοὺς Καδισηνοὺς ἐπεδείκνυντο. [40] οἳ δὴ ἐπεὶ καὶ τοὺς ἀμφὶ τὸν Σουνίκαν πλαγίους ἤδη ἀνιόντας ἐπ̓ αὐτοὺς εἶδον, ἐς φυγὴν ὥρμηντο. [41] τῆς δὲ τροπῆς λαμπρᾶς γενομένης, ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν οἱ ταύτῃ Ῥωμαῖοι, γέγονε φόνος τῶν βαρβάρων πολύς. [42] καὶ αὐτῶν κατὰ κέρας τὸ δεξιὸν οὐχ ἥσσους τρισχίλιοι ἐν τούτῳ τῷ πόνῳ ἀπέθανον, οἱ δὲ λοιποὶ ἐς τὴν φάλαγγα μόλις καταφυγόντες ἐσώθησαν. [43] Ῥωμαῖοί τε οὐκέτι ἐδίωκον, ἀλλ̓ ἐν τῇ παρατάξει ἑκάτεροι ἔστησαν ἀντίοι ἀλλήλοις. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [44] Μιρράνης δὲ ἄλλους τε πολλοὺς καὶ τοὺς ἀθανάτους λεγομένους ἅπαντας ἐς μέρος τὸ ἀριστερὸν λάθρα ἔπεμψεν. οὓς δὴ κατιδόντες Βελισάριός τε καὶ Ἑρμογένης, τοὺς ἀμφὶ Σουνίκαν τε καὶ Ἀϊγὰν ἑξακοσίους ἐς γωνίαν τὴν ἐν δεξιᾷ ἐκέλευον ἰέναι, οὗ δὴ οἱ ξὺν τῷ Σίμμᾳ τε [p. 126] καὶ Ἀσκὰν ἵσταντο, καὶ αὐτῶν ὄπισθεν τῶν Βελισαρίῳ ἑπομένων πολλοὺς ἔστησαν. [45] Πέρσαι μὲν οὖν οἳ κέρας τὸ ἀριστερὸν εἶχον Βαρεσμανᾶ ἡγουμένου σφίσι ξὺν τοῖς ἀθανάτοις ἐς τοὺς κατ̓ αὐτοὺς Ῥωμαίους δρόμῳ ἐσέβαλλον. οἱ δὲ οὐχ ὑποστάντες τὴν ἔφοδον ἐς φυγὴν ὥρμηντο. [46] τότε δὴ οἵ τε ἐν τῇ γωνίᾳ Ῥωμαῖοι καὶ ὅσοι αὐτῶν ὄπισθεν ἦσαν, σπουδῇ πολλῇ ἐπὶ τοὺς διώκοντας ᾔεσαν. [47] ἅτε δὲ τοῖς βαρβάροις ἐγκάρσιοι ἰόντες, διεῖλον αὐτῶν δίχα τὸ στράτευμα, καὶ τοὺς μὲν πλείστους ἐν δεξιᾷ εἶχον, τινὰς δὲ καὶ ἐγκαταλειφθέντας ἐν ἀριστερᾷ ἐποιήσαντο. ἐν τοῖς καὶ τὸν τοῦ Βαρεσμανᾶ τὸ σημεῖον φέροντα ξυνέπεσεν εἶναι, ὃν δὴ Σουνίκας τῷ δόρατι ἐπελθὼν παίει. [48] ἤδη τε Πέρσαι οἱ ἐν τοῖς πρώτοις διώκοντες, αἰσθόμενοι οὗ ἦσαν κακοῦ, στρέψαντές τε τὰ νῶτα καὶ τὴν δίωξιν καταπαύσαντες ἐπ̓ αὐτοὺς ᾔεσαν, καὶ ἀπ̓ αὐτοῦ ἀμφίβολοι πρὸς τῶν πολεμίων ἐγίνοντο. [49] ξυνέντες γὰρ τῶν ποιουμένων οἱ φεύγοντες ἀνέστρεφον αὖθις. οἵ τε γοῦν ἄλλοι Πέρσαι καὶ τῶν ἀθανάτων λόχος, κεκλιμένον τε τὸ σημεῖον ἰδόντες καὶ ἐς τὸ ἔδαφος καθειμένον, ἐπὶ τοὺς ἐκείνῃ Ῥωμαίους ξὺν τῷ Βαρεσμανᾷ ὥρμησαν. [50] Ῥωμαῖοι δὲ ὑπηντίαζον. καὶ πρῶτος Σουνίκας τὸν Βαρεσμανᾶν ἔκτεινέ τε καὶ ἐκ τοῦ ἵππου ἐς τὸ ἔδαφος ἔρριψε. καὶ ἀπ̓ αὐτοῦ ἐς δέος μέγα οἱ βάρβαροι ἐμπεπτωκότες ἀλκῆς μὲν οὐκέτι ἐμέμνηντο, ἀκοσμίᾳ δὲ πολλῇ ἐχόμενοι ἔφευγον. [51] καὶ αὐτῶν Ῥωμαῖοι κύκλωσίν τινα ποιησάμενοι πεντακισχιλίους μάλιστα ἔκτειναν. οὕτω τε τὰ [p. 128] στρατόπεδα παντάπασιν ἐκινήθη ἑκάτερα, Περσῶν μὲν ἐς ὑπαγωγήν, Ῥωμαίων δὲ ἐς τὴν δίωξιν. [52] ἐν τούτῳ τῷ πόνῳ ὅσοι δὴ πεζοὶ ἐν τῷ Περσῶν στρατεύματι ἦσαν, ῥίψαντές τε τοὺς θυρεοὺς καὶ καταλαμβανόμενοι κόσμῳ οὐδενὶ πρὸς τῶν πολεμίων ἐκτείνοντο. Ῥωμαίων μέντοι δίωξις δἰ ὀλίγου ἐγένετο. [53] Βελισάριος γὰρ καὶ Ἑρμογένης περαιτέρω ἰέναι οὐδαμῆ εἴων, δείσαντες μή τινι ἀνάγκῃ Πέρσαι ὑποστραφέντες τρέψωνται αὐτοὺς οὐδενὶ λόγῳ διώκοντας, ἱκανόν τε αὐτοῖς κατεφαίνετο τὴν νίκην ἀκραιφνῆ διασώσασθαι. [54] μακροῦ γὰρ χρόνου Ῥωμαίων τῇ μάχῃ ἐκείνῃ τῇ ἡμέρᾳ ἡσσήθησαν Πέρσαι. οὕτω μὲν ἀπ̓ ἀλλήλων ἑκάτεροι διεκρίθησαν. [55] Πέρσαι δὲ οὐκέτι μάχην ἐκ τοῦ εὐθέος ἐς Ῥωμαίους διενεγκεῖν ἤθελον. ἐγένοντο μέντοι ἀμφοτέροις τινὲς ἐξ ἐπιδρομῆς ἔφοδοι, ἐν αἷς οὐκ ἔλασσον Ῥωμαῖοι ἔσχον. τὰ μὲν οὖν στρατόπεδα ἐν Μεσοποταμίᾳ τῇδε ἐφέρετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: