previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Μετὰ δὲ Ἀρεόβινδος μὲν ἐς Βυζάντιον ὡς βασιλέα μετάπεμπτος ἦλθεν, οἱ δὲ λοιποὶ ἐς Ἄμιδαν ἀφικόμενοι χειμῶνος ὥρᾳ ἐς πολιορκίαν καθίσταντο. καὶ βίᾳ μὲν ἑλεῖν τὸ χωρίον, καίπερ πολλὰ ἐγκεχειρηκότες, οὐκ ἴσχυσαν, λιμῷ δὲ τοῦτο ποιεῖν ἔμελλον: πάντα γὰρ τοὺς πολιορκουμένους τὰ ἐπιτήδεια ἐπιλελοίπει. [2] ἀλλ̓ οἱ στρατηγοὶ οὐδὲν πεπυσμένοι ἀμφὶ τῶν πολεμίων τῇ ἀπορίᾳ, ἐπειδὴ τοὺς στρατιώτας τῇ προσεδρείᾳ καὶ τῷ χειμῶνι ἀχθομένους ἑώρων, ἅμα δὲ καὶ Περσῶν στράτευμα ἐπὶ σφᾶς ἥξειν οὐκ εἰς μακρὰν ὑπετόπαζον, τρόπῳ ὅτῳ δὴ ἐνθένδε ἀπαλλάσσεσθαι ἐν σπουδῇ εἶχον. [3] οἵ τε Πέρσαι, οὐκ ἔχοντες τίνες ἂν ἐν τοῖσδε τοῖς δεινοῖς γένοιντο, τὴν μὲν ἀπορίαν τῶν ἀναγκαίων ἐς τὸ ἀκριβὲς ἔκρυπτον, δόκησιν παρέχοντες ὡς πάντων σφίσι τῶν ἐπιτηδείων ἀφθονία εἴη, ἐς δὲ τὰ οἰκεῖα ξὺν τῷ εὐπρεπεῖ λόγῳ ἀναχωρεῖν ἤθελον. [4] γίνονται οὖν ἐν ἀμφοτέροις λόγοι, ἐφ̓ δὴ Πέρσαι λίτρας χρυσίου χιλίας λαβόντες ἀποδώσουσι Ῥωμαίοις τὴν πόλιν. ἑκάτεροί τε ἄσμενοι τὰ ξυγκείμενα ἐπιτελῆ ἐποίουν, τά τε χρήματα λαβὼν τοῦ [p. 70] Γλώνου υἱὸς Ἄμιδαν Ῥωμαίοις παρέδωκε. Γλώνης γὰρ ἤδη ἐτετελευτήκει τρόπῳ τοιῷδε. [5] Οὔπω μὲν στρατοπεδευσαμένων ἐνταῦθα Ῥωμαίων, Ἀμίδης δὲ πόλεως ὄντων οὐ μακρὰν ἄποθεν, τῶν τις ἀγροίκων, ὅσπερ εἰώθει ἐς τὴν πόλιν ἐσιὼν λάθρα ὄρνις τε καὶ ἄρτους καὶ τῶν ὡραίων πολλὰ τῷ Γλώνῃ τούτῳ ἀποδίδοσθαι χρημάτων μεγάλων, Πατρικίῳ τῷ στρατηγῷ ἐς ὄψιν ἐλθὼν Γλώνην οἱ ἐς χεῖρας παραδώσειν ξὺν Πέρσαις διακοσίοις ὑπέσχετο, ἤν τινος ἀμοιβῆς ἐλπίδα λαβὼν παῤ αὐτοῦ εἴη. [6] δὲ αὐτῷ ἅπαντα ὅσα ἦν βουλομένῳ ὑποσχόμενος ἔσεσθαι τὸν ἄνθρωπον ἀπεπέμψατο. καὶ ὃς τά τε ἱμάτια δεινῶς διαρρήξας καὶ δεδακρυμένῳ ἐοικὼς ἐς τὴν πόλιν εἰσῆλθε. [7] παρά τε τὸν Γλώνην ἥκων τάς τε τρίχας τίλλων, ‘Ἐτύγχανον μέν, δέσποτα,’ εἶπεν, ‘ἅπαντά σοι ἐκ τοῦ χωρίου τἀγαθὰ φέρων, ἐντυχόντες δὲ στρατιῶται Ῥωμαῖοι ῾καὶ γάρ που ἐς τὰ ταύτῃ χωρία κατ̓ ὀλίγους περιιόντες τοὺς οἰκτροὺς ἀγροίκους βιάζονταἰ πληγάς τέ μοι οὐ φορητὰς προσετρίψαντο καὶ πάντα ἀφελόμενοι οἱ λῃσταὶ ᾤχοντο, οἷς δὴ ἐκ παλαιοῦ Πέρσας τε δεδιέναι καὶ τοὺς γεωργοὺς βιάζεσθαι νόμος. [8] ἀλλ̓ ὅπως, δέσποτα, σαυτῷ τε καὶ ἡμῖν καὶ Πέρσαις ἀμύνῃς. ἢν γὰρ ἐς τῆς πόλεως τὰ προάστεια κυνηγετήσων ἴῃς, θήραμά σοι οὐ φαῦλον ἔσται. κατὰ πέντε γὰρ τέτταρας οἱ κατάρατοι περιιόντες λωποδυτοῦσιν.’ μὲν ταῦτα: [9] εἶπεν. ἀναπεισθεὶς δὲ Γλώνης τοῦ ἀνθρώπου ἀνεπυνθάνετο πόσους ποτὲ Πέρσας οἴεταί οἱ ἐς τὴν πρᾶξιν ἱκανοὺς ἔσεσθαι. [10] δὲ πεντήκοντα [p. 72] μὲν ἀποχρήσειν οἱ μάλιστα ἔφη: οὐ γὰρ ἂν αὐτῶν πλείοσί ποτε κατὰ πέντε ὁδῷ ἰοῦσιν ἐντύχοιεν, τοῦ δὲ μηδὲν ἀπροσδόκητον σφίσι ξυμβῆναι οὐδέν τι χεῖρον καὶ ἑκατὸν ἐς τὸ ἔργον ἐπαγαγέσθαι: ἢν δὲ καὶ τούτων διπλασίους, τῷ παντὶ ἄμεινον. βλάβος γὰρ ἀνθρώπῳ ἐκ τοῦ περιόντος οὐκ ἂν γένοιτο. [11] Γλώνης μὲν οὖν ἱππέας διακοσίους ἀπολεξάμενος τὸν ἄνθρωπον σφίσιν ἐξηγεῖσθαι ἐκέλευεν. [12] δὲ ἄμεινον ἰσχυρίζετο εἶναι αὐτὸν ἐπὶ κατασκοπῇ στέλλεσθαι πρότερον, καὶ ἢν ἔτι ἐν χωρίοις τοῖς αὐτοῖς περιιόντας Ῥωμαίους ἰδὼν ἀπαγγείλῃ, οὕτω δὴ ἐν δέοντι ποιεῖσθαι τὴν ἔξοδον Πέρσας. εὖ τε οὖν εἰπεῖν ἔδοξε τῷ Γλώνῃ καὶ αὐτοῦ ἀφιέντος ἐστέλλετο. [13] παρά τε τὸν στρατηγὸν Πατρίκιον ἥκων ἅπαντα ἔφραζε: καὶ ὃς τῶν δορυφόρων τῶν αὑτοῦ δύο καὶ στρατιώτας χιλίους ξὺν αὐτῷ ἔπεμψεν. [14] οὓς δὴ ἀμφὶ κώμην Θιλασάμων σταδίους τεσσαράκοντα Ἀμίδης διέχουσαν ἐν νάπαις τε καὶ χωρίοις ὑλώδεσιν ἔκρυψε, καὶ αὐτοῦ μένειν ἐν ταύταις δὴ ταῖς ἐνέδραις ἐπέστελλεν, ἔς τε τὴν πόλιν δρόμῳ ἐχώρει. [15] καὶ τῷ Γλώνῃ ἕτοιμον εἰπὼν τὸ θήραμα εἶναι, αὐτῷ τε καὶ τοῖς διακοσίοις ἐξηγήσατο ἐπὶ τὴν τῶν πολεμίων ἐνέδραν. ἐπειδή τε διέβησαν τὸν χῶρον οὗ προλοχίζοντες Ῥωμαῖοι ἐκάθηντο, Γλώνην τε καὶ Πέρσας λαθὼν ἅπαντας, ἔκ τε τῆς ἐνέδρας τοὺς Ῥωμαίους ἀνέστησε καὶ αὐτοῖς τοὺς πολεμίους ἐπέδειξεν. [16] οὕσπερ ἐπειδὴ ἐπὶ σφᾶς ἰόντας κατεῖδον Πέρσαι, [p. 74] κατεπλάγησάν τε τῷ ἀπροσδοκήτῳ καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. οὔτε γὰρ ὀπίσω ἀπελαύνειν οἷοί τε ἦσαν, κατὰ νώτου ὄντων σφίσι τῶν ἐναντίων, οὔτε πη ἑτέρωσε φεύγειν ἐν γῇ πολεμίᾳ ἐδύναντο. [17] ἐκ δὲ τῶν παρόντων ὡς ἐς μάχην ταξάμενοι τοὺς ἐπιόντας ἠμύνοντο, τῷ τε πλήθει παρὰ πολὺ ἐλασσούμενοι ἡσσήθησάν τε καὶ ξὺν τῷ Γλώνῃ ἅπαντες διεφθάρησαν. [18] ὅπερ ἐπειδὴ τοῦ Γλώνου υἱὸς ἔμαθε, περιαλγήσας τε καὶ τῷ θυμῷ ζέων ὅτι δὴ τῷ πατρὶ ἀμύνειν οὐκ εἶχε, τὸν Συμεώνου νεὼν ἔκαυσεν, ἁγίου ἀνδρός, ἵνα δὴ Γλώνης κατέλυε. [19] καίτοι ἄλλην τινὰ οἰκοδομίαν οὔτε Γλώνης οὔτε Καβάδης, οὐ μὴν οὐδὲ Περσῶν τις ἄλλος οὔτε καθελεῖν ἔγνω οὔτε τῳ ἄλλῳ ἀφανίζειν τρόπῳ ἔν γε Ἀμίδῃ ταύτης ἐκτός. ἐγὼ δὲ ἐπὶ τὸν πρότερον λόγον ἐπάνειμι. [20] Οὕτω μὲν Ἄμιδαν Ῥωμαῖοι τὰ χρήματα δόντες ἀπέλαβον δύο ἐνιαυτοῖς ὕστερον πρὸς τῶν πολεμίων ἑάλω. καὶ ἐπεὶ ἐν ταύτῃ ἐγένοντο, τε αὐτῶν ὀλιγωρία καὶ Περσῶν τὸ καρτερὸν τῆς διαίτης ἐγνώσθη. [21] σιτίων γὰρ τῶν ἐνταῦθα λελειμμένων τὸ μέτρον καὶ βαρβάρων τῶν ἐξεληλυθότων τὸν ὅμιλον λογισάμενοι, ἑπτὰ μάλιστα ἡμερῶν ηὕρισκον δαπάνην ἐν τῇ πόλει ἀπολελεῖφθαι, καίπερ Γλώνου τε καὶ τοῦ ἐκείνου παιδὸς ἐνδεεστέρως κατὰ τὴν χρείαν πολλοῦ χρόνου ἐνδιδόντος τὰ σιτία Πέρσαις. [22] Ῥωμαίοις γὰρ τοῖς ἐν τῇ πόλει, ὥσπερ μοι προδεδήλωται, ξὺν αὐτοῖς μείνασιν οὐδὲν τὸ παράπαν χορηγεῖν ἔγνωσαν, [p. 76] ἐξ ὅτου οἱ πολέμιοι ἐς τὴν πολιορκίαν κατέστησαν, οἳ δὴ ἐς βρώσεις ἀήθεις τὰ πρῶτα ἐλθόντες τῶν τε οὐ θεμιτῶν ἁψάμενοι πάντων, [23] εἶτα τελευτῶντες καὶ ἀλλήλων ἐγεύσαντο. διὸ δὴ ἐξηπατημένοι τε πρὸς τῶν βαρβάρων οἱ στρατηγοὶ ᾔσθοντο καὶ τοῖς στρατιώταις τὴν ἀκρασίαν ὠνείδιζον, ὅτι δὴ ἀπειθεστέρους αὑτοὺς παρεχόμενοι σφίσι, παρὸν δορυαλώτους Πέρσας τε τοσούτους τὸ πλῆθος καὶ Γλώνου τὸν υἱὸν σὺν τῇ πόλει ἑλεῖν, οἱ δὲ τὰ Ῥωμαίων χρήματα ἐς τοὺς πολεμίους μετενεγκόντες αἶσχός τε ἀνεδήσαντο μέγα καὶ Ἄμιδαν ἀργυρώνητον πρὸς Περσῶν ἔλαβον. [24] ὕστερον δὲ Πέρσαι, τοῦ πρὸς Οὔννους πολέμου σφίσι μηκυνομένου, ἐς σπονδὰς Ῥωμαίοις ξυνίασιν, αἵπερ αὐτοῖς ἐς ἑπτὰ ἔτη ἐγένοντο, Κέλερός τε τοῦ Ῥωμαίου καὶ Ἀσπεβέδου τοῦ Πέρσου αὐτὰς ποιησαμένων, ἐπ̓ οἴκου τε ἀμφότεροι ἀναχωρήσαντες ἡσυχῆ ἔμενον. [25] οὕτω μέν, ὥσπερ ἐρρήθη, ἀρξάμενος Ῥωμαίων τε καὶ Περσῶν πόλεμος ἐς τόδε ἐτελεύτα. τὰ δὲ ἀμφὶ πύλας τὰς Κασπίας ξυνενεχθέντα ἐρῶν ἔρχομαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: