previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γόνθαρις δὲ δυοῖν μησὶν ὕστερον Σέργιος ἐνθένδε ἀπιὼν ᾤχετο, τυραννίδι ἐπέθετο τρόπῳ τοιῷδε. ἐτύγχανε μὲν αὐτὸς τῶν ἐν Νουμίδαις καταλόγων ἡγούμενος διατριβήν τε διὰ τοῦτο ἐνταῦθα ἔχων, ἔπρασσε δὲ λάθρα ἐς Μαυρουσίους ὅπως ἐπὶ Καρχηδόνα χωρήσωσιν. [2] αὐτίκα τοίνυν ἔκ τε Νουμιδίας καὶ Βυζακίου πολεμίων στρατὸς ἐς ταὐτὸ ἀγηγερμένος ἐπὶ Καρχηδόνα σπουδῇ πολλῇ ᾔεσαν. ἡγεῖτο δὲ Νουμιδῶν μὲν Κουτζίνας τε καὶ Ἰαύδας, Βυζακηνῶν δὲ Ἀντάλας. [3] ξυνῆν δὲ αὐτῷ καὶ Ἰωάννης τύραννος ξὺν τοῖς ἑπομένοις, ὃν δὴ οἱ στασιῶται, Στότζα τετελευτηκότος, ἄρχοντα σφίσιν αὐτοῖς κατεστήσαντο. [4] γνοὺς δὲ Ἀρεόβινδος τὴν ἔφοδον ἄλλους τε τῶν ἀρχόντων ξὺν τοῖς ἑπομένοις ἐς Καρχηδόνα καὶ Γόνθαριν μετεπέμπετο. παρῆν δὲ αὐτῷ ξὺν τοῖς [p. 422] Ἀρμενίοις καὶ Ἀρταβάνης. [5] μὲν οὖν Ἀρεόβινδος Γόνθαριν ἐξηγεῖσθαι παντὶ τῷ στρατῷ ἐπὶ τοὺς πολεμίους ἐκέλευεν. [6] δὲ προθύμως οἱ τὰ ἐς τὸν πόλεμον ὑπηρετήσειν ὑποσχόμενος ἐποίει τάδε. τῶν οἰκετῶν ἕνα, Μαυρούσιον μὲν γένος, τέχνην δὲ μάγειρον, ἐς τὸ τῶν πολεμίων στρατόπεδον ἐκέλευσεν ἰέναι, καὶ δόκησιν μὲν τοῖς ἄλλοις παρέχεσθαι ὅτι δὴ τὸν δεσπότην ἀποδρὰς ᾤχετο, λάθρα δὲ τῷ Ἀντάλᾳ εἰπεῖν ὡς αὐτῷ Γόνθαρις κοινωνεῖν βούλοιτο τῆς Λιβύων ἀρχῆς. [7] μὲν οὖν μάγειρος κατὰ ταῦτα ἐποίει, δὲ Ἀντάλας τὸν μὲν λόγον ἀσμένως ἤκουσε, τοσοῦτον δὲ ἀπεκρίνατο, ὡς αἱ γενναῖαι τῶν πράξεων οὐ διὰ τῶν μαγείρων ἐπιγίνεσθαι τοῖς ἀνθρώποις πεφύκασι. [8] ταῦτα ἐπεὶ Γόνθαρις ἤκουσε, τῶν δορυφόρων ἕνα, Οὐλίθεον ὄνομα, δὴ μάλιστα πιστοτάτῳ ἐχρῆτο, παρὰ τὸν Ἀντάλαν εὐθὺς ἔπεμψεν, ὡς ἀγχοτάτω Καρχηδόνος αὐτὸν παρακαλῶν ἰέναι. [9] οὕτω γάρ οἱ τὸν Ἀρεόβινδον ἐξ ἀνθρώπων ἀφανιεῖν ἐπηγγέλλετο. [10] μὲν οὖν Οὐλίθεος κρύφα τῶν ἄλλων βαρβάρων Ἀντάλᾳ ξυμβαίνει, ἐφ̓ Βυζακίου μὲν Ἀντάλας ἄρχοι, τό τε ἥμισυ τῶν Ἀρεοβίνδου χρημάτων ἔχων καὶ πεντακοσίους τε καὶ χιλίους στρατιώτας Ῥωμαίους σὺν αὑτῷ ἐπαγόμενος, Γόνθαρις δὲ τὸ βασιλέως ἀξίωμα λάβοι, Καρχηδόνος τε τὸ κράτος καὶ Λιβύης τῆς ἄλλης ἔχων. [11] ταῦτά τε διαπεπραγμένος ἐπανῆκεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἅπαν πρὸ τοῦ περιβόλου πεποίηντο, ἐν σφίσιν αὐτοῖς τὰ φυλακτήρια πύλης ἑκάστης [p. 424] νειμάμενοι. [12] οἱ δὲ βάρβαροι οὐ πολλῷ ὕστερον εὐθὺ Καρχηδόνος σπουδῇ πολλῇ ᾔεσαν, ἔν τε χωρίῳ τῷ Δεκίμῳ καλουμένῳ στρατοπεδευσάμενοι ἔμενον. ἐνθένδε τε ἄραντες τῇ ὑστεραίᾳ πρόσω ἐχώρουν. [13] τινὲς δὲ ὑπαντιάσαντες τοῦ Ῥωμαίων στρατοῦ, ἐς χεῖράς τε αὐτοῖς ἀπροσδόκητοι ἦλθον καὶ Μαυρουσίους οὐ συχνοὺς ἔκτειναν. [14] οὓς δὴ Γόνθαρις εὐθὺς ἀνεκάλει κακίζων ἅτε ἀνεπισκέπτως τε θρασυνομένους καὶ τὰ Ῥωμαίων πράγματα ἐθέλοντας ἐς προὖπτόν τινα ἐμβαλεῖν κίνδυνον. [15] Ἐν τούτῳ δὲ Ἀρεόβινδος πέμψας παρὰ τὸν Κουτζίναν λάθρα ἔπρασσε προδοσίας πέρι. καί οἱ Κουτζίνας ὡμολόγησεν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ἐπί τε Ἀντάλαν καὶ Μαυρουσίους τοὺς ἐν Βυζακίῳ τραπέσθαι. [16] Μαυρούσιοι γὰρ οὔτε πρὸς ἄλλων ἀνθρώπων τινὰς οὔτε πρὸς ἀλλήλους τὸ πιστὸν ἔχουσι. ταῦτα ἐς Γόνθαριν Ἀρεόβινδος ἐξήνεγκεν. [17] δὲ παρακρούεσθαί τε καὶ ἀναβάλλεσθαι τὴν πρᾶξιν ἐθέλων παρῄνει τῷ Ἀρεοβίνδῳ τὸ πιστὸν ἐς Κουτζίναν ὡς ἥκιστα ἔχειν, ἢν μὴ τοὺς παῖδας ἐν ὁμήρων λόγῳ παῤ αὐτοῦ λάβοι. [18] Ἀρεόβινδος μὲν οὖν καὶ Κουτζίνας λάθρα παῤ ἀλλήλους ἀεὶ πέμποντες ἀμφὶ τῇ ἐς Ἀντάλαν ἐπιβουλῇ διατριβὴν εἶχον. [19] Γόνθαρις δὲ αὖθις τὸν Οὐλίθεον στείλας ἔκπυστα τῷ Ἀντάλᾳ ἐποίησε τὰ πρασσόμενα. [20] καὶ ὃς οὔτε τι τῷ Κουτζίνᾳ ἐπικαλεῖν ἔγνω οὔτε ὅτι ἐπέπυστο τὴν ἐπιβουλὴν ἔνδηλος αὐτῷ ἐγεγόνει, οὐ μὴν οὐδέ τι ἐξήνεγκε τῶν αὐτῷ τε καὶ Γονθάριδι ξυγκειμένων. [21] ἀλλήλοις δὲ ἄμφω πολέμιοί τε [p. 426] καὶ δυσμενεῖς ταῖς γνώμαις ὄντες νῷ τε πονηρῷ ξυνετάσσοντο, ἐπί τε τὸν οἰκεῖον ἑκάτερος φίλον ἀλλήλοις ξυστρατεύοντες ᾔεσαν. [22] τοιαύτῃ μὲν γνώμῃ Κουτζίνας τε καὶ Ἀντάλας ἐπὶ Καρχηδόνα τὸν Μαυρουσίων στρατὸν ἐπῆγον. Γόνθαρις δὲ κτεῖναι μὲν τὸν Ἀρεόβινδον διενοεῖτο, τοῦ δὲ μὴ δοκεῖν τυραννίδος ἐπιβατεύειν, ἐν παρατάξει λάθρα τοῦτο δρᾶν ἤθελεν, ὅπως πρὸς ἑτέρων μὲν ἐπιβουλὴ ἐς τὸν στρατηγὸν γεγενῆσθαι δόξειεν, αὐτὸς δὲ ἀναγκασθείη τῷ Ῥωμαίων στρατῷ ἀνελέσθαι τὴν Λιβύης ἀρχήν. [23] ἀπάτῃ τοίνυν τὸν Ἀρεόβινδον περιελθὼν πείθει τοῖς πολεμίοις ἐπεξελθόντα ὁμόσε ἰέναι, ἤδη που Καρχηδόνος ἄγχιστα ἥκουσιν. [24] ἐδόκει γοῦν αὐτῷ τῇ ὑστεραίᾳ παντὶ τῷ στρατῷ ἐξηγήσεσθαι ἐπὶ τοὺς πολεμίους ἅμα ἡλίῳ ἀνίσχοντι. [25] ἀλλ̓ Ἀρεόβινδος ἀπείρως τε λίαν ἐς τὸ πρᾶγμα τοῦτο καὶ ὀκνηρῶς ἔχων μελλήσει ἐχρῆτο οὐδενὶ λόγῳ. [26] μελετῶν τε γὰρ ὅπως ἐνδύσαιτο τὴν τῶν ὅπλων σκευὴν καὶ τἄλλα ἐξαρτυόμενος ἐς τὴν ἔξοδον τὸν πλεῖστον τῆς ἡμέρας ἀνάλωσε χρόνον. [27] διὸ δὴ τὴν παράταξιν ἐς τὴν ἐπιοῦσαν ἀποθέμενος ἡσυχῆ ἔμενε. [28] Γόνθαρις δὲ αὐτὸν ἐξεπίτηδες τὴν μέλλησιν πεποιῆσθαι ὑποτοπήσας ἅτε τῶν πρασσομένων αἰσθανόμενον, ἐκ τοῦ ἐμφανοῦς τόν τε φόνον τοῦ στρατηγοῦ καὶ τῆς τυραννίδος τὴν ἐπίθεσιν ἐπιτελεῖν ἔγνω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: