antonius thallus
δύσδαιμον Κλεάνασσα, σὺ μὲν γάμῳ ἔπλεο, κούρη,
ὥριος, ἀκμαίης οἷὰ τ᾽ ἐφ᾽ ἡλικίης:
ἀλλὰ τεοῖς θαλάμοισι γαμοστόλος οὐχ Ὑμέναιος,
οὐδ᾽ Ἥρης ζυγίης λαμπάδες ἠντίασαν,
πένθιμος ἀλλ᾽ Ἀίδης ἐπεκώμασεν, ἀμφὶ δ᾽ Ἐρινὺς
φοίνιος ἐκ στομάτων μόρσιμον ἧκεν ὄπα:
ἤματι δ᾽ ᾧ νυμφεῖος ἀνήπτετο λαμπάδι παστάς,
τούτῳ πυρκαϊῆς, οὐ θαλάμων ἔτυχες.