gregorius nazianzenus
εἰς τὸν αὐτόνἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆα
θέντο με Καισαρέες, Γρηγορίοιο φίλον,
ὃν περὶ κῆρι φίλησα: θεὸς δέ οἱ ὄλβια δοίη
ἄλλα τε, καὶ ζωῆς ὡς τάχος ἀντιάσαι
ἡμετέρης: τί δ᾽ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντα
τήκεσθ᾽, οὐρανίης μνωόμενον φιλίης;