antiphilus
ἤδη που πάτρης πελάσας σχεδόν, ‘ αὔριον,’ εἶπον,
‘ ἡ μακρὴ κατ᾽ ἐμοῦ δυσπλοΐη κοπάσει.’
οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος,
καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος.
πάντα λόγον πεφύλαξο τὸν αὔριον: οὐδὲ τὰ μικρὰ
λήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν. [p. 338]