previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῷ δὲ ἐπιγινομένῳ ἔτει Χοσρόης Καβάδου τὸ τέταρτον ἐς γῆν τὴν Ῥωμαίων ἐσέβαλλεν, ἐπὶ τὴν Μεσοποταμίαν τὸ στράτευμα ἄγων. [2] αὕτη δὲ ἐσβολὴ τῷ Χοσρόῃ τούτῳ οὐ πρὸς Ἰουστινιανὸν τὸν Ῥωμαίων βασιλέα πεποίηται, οὐ μὴν οὐδὲ ἐπ̓ ἄλλων ἀνθρώπων οὐδένα, ὅτι μὴ ἐπὶ τὸν θεὸν ὅνπερ Χριστιανοὶ σέβονται μόνον. [3] ἐπειδὴ γὰρ ἐν τῇ πρώτῃ ἐφόδῳ Ἐδέσσης ἀποτυχὼν ἀνεχώρησε, πολλή τις ἐγεγόνει αὐτῷ τε καὶ μάγοις, ἅτε πρὸς τοῦ τῶν Χριστιανῶν θεοῦ ἡσσημένοις, κατήφεια. [4] ἣν δὴ παρηγορῶν Χοσρόης ἐν τοῖς βασιλείοις Ἐδεσσηνοὺς μὲν ἀνδραποδιεῖν ἠπείλησεν ἅπαντας ἐς τὰ Περσῶν ἤθη, τὴν δὲ πόλιν μηλόβοτον καταστήσεσθαι. [5] παντὶ γοῦν τῷ στρατῷ ἀγχοῦ [p. 490] Ἐδέσσης γενόμενος, Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπὶ τὸν τῆς πόλεως περίβολον ἔπεμψεν ὃς δὴ τοῦ ἱπποδρόμου καθύπερθέν ἐστιν, ἄλλο μὲν οὐδὲν κακουργήσοντας, πρόβατα δὲ ἁρπασομένους ἅπερ οἱ ποιμένες πολλὰ ἐνταῦθά πη παρὰ τὸ τείχισμα στήσαντες ἔτυχον, χωρίου τε ἰσχύϊ θαρσοῦντες, ὅτι δὴ ἄναντες ὑπερφυῶς ἦν, καὶ οὔποτε τολμήσειν τοὺς πολεμίους οἰόμενοι οὕτω πη ἄγχιστα τοῦ τείχους ἰέναι. [6] οἱ μὲν οὖν βάρβαροι τῶν προβάτων ἥπτοντο ἤδη, οἱ δὲ ποιμένες καρτερώτατα ἀμυνόμενοι διεκώλυον. [7] Περσῶν τε τοῖς Οὔννοις ἐπιβεβοηθηκότων πολλῶν, ἀγέλην μὲν ἐνθένδε ἀφελέσθαι τινὰ οἱ βάρβαροι ἴσχυσαν, Ῥωμαίων δὲ στρατιωτῶν τε καὶ τῶν ἀπὸ τοῦ δήμου ἐπεξελθόντων τοῖς πολεμίοις, μὲν μάχη ἐκ χειρὸς γέγονεν, δὲ ἀγέλη αὐτόματος ἐς τοὺς ποιμένας ἐπανῆκεν αὖθις. [8] τῶν τέ τις Οὔννων πρὸ τῶν ἄλλων μαχόμενος μάλιστα πάντων ἠνώχλει Ῥωμαίους. [9] καί τις αὐτὸν ἀγροῖκος ἐς γόνυ τὸ δεξιὸν σφενδόνῃ ἐπιτυχὼν βάλλει, δὲ πρηνὴς ἀπὸ τοῦ ἵππου ἐς τὸ ἔδαφος εὐθὺς ἔπεσεν, δὴ Ῥωμαίους ἔτι μᾶλλον ἐπέρρωσεν. [10] τε μάχη πρωὶ ἀρξαμένη ἐτελεύτα ἐς μέσην ἡμέραν, ἐν ἑκάτεροι τὸ πλέον ἔχειν οἰόμενοι διελύθησαν. [11] καὶ Ῥωμαῖοι μὲν ἐντὸς τοῦ περιβόλου ἐγένοντο, οἱ δὲ βάρβαροι ἀπὸ σταδίων τῆς πόλεως ἑπτὰ διεσκηνημένοι ἐστρατοπεδεύσαντο ἅπαντες. [12] Τότε Χοσρόης εἴτε τινὰ ὄψιν ὀνείρου εἶδεν τις αὐτῷ ἔννοια γέγονεν, ὡς δὶς ἐγχειρήσας ἢν μὴ [p. 492] δυνατὸς εἴη Ἔδεσσαν ἐξελεῖν, πολλήν οἱ αἰσχύνην τινὰ περιβαλέσθαι ξυμβήσεται. [13] διὸ δὴ πολλῶν χρημάτων ἀποδόσθαι τὴν ἀναχώρησιν Ἐδεσσηνοῖς ἔγνω. [14] τῇ γοῦν ἐπιγινομένῃ ἡμέρᾳ Παῦλος ἑρμηνεὺς παρὰ τὸ τεῖχος ἥκων ἔφασκε Ῥωμαίους χρῆναι παρὰ Χοσρόην σταλῆναι τῶν δοκίμων τινάς. [15] οἱ δὲ κατὰ τάχος τέσσαρας ἀπολεξάμενοι τῶν ἐν σφίσιν αὐτοῖς ἐπιφανῶν ἔπεμψαν. [16] οἶς δὴ ἐς τὸ Μήδων ἀφικομένοις στρατόπεδον ἐντυχὼν γνώμῃ βασιλέως Ζαβεργάνης ἀπειλαῖς τε πολλαῖς δεδιξάμενος ἀνεπυνθάνετο αὐτῶν ὁπότερα σφίσιν αἱρετώτερα τυγχάνει ὄντα, πότερον τὰ ἐς τὴν εἰρήνην, τὰ ἐς τὸν πόλεμον ἄγοντα. [17] τῶν δὲ τὴν εἰρήνην ἑλέσθαι ἂν πρὸ τῶν κινδύνων ὁμολογούντων, ‘Οὐκοῦν,’ ἔφη Ζαβεργάνης, ‘ὠνεῖσθαι ὑμᾶς ταύτην ἀνάγκη χρημάτων πολλῶν.’ [18] οἵ τε πρέσβεις ἔφασαν τοσαῦτα δώσειν ὅσα παρέσχοντο πρότερον, ἡνίκα τὴν Ἀντιόχειαν ἐξελὼν ἐπ̓ αὐτοὺς ἦλθε. [19] καὶ Ζαβεργάνης αὐτοὺς ξὺν γέλωτι ἀπεπέμψατο, ἐφ̓ ἐνδελεχέστατα βουλευσάμενοι ἀμφὶ τῇ σωτηρίᾳ οὕτω δὴ αὖθις παῤ αὐτοὺς ἔλθωσιν. [20] ὀλίγῳ τε ὕστερον μεταπεμψάμενος αὐτοὺς Χοσρόης, ἐπειδὴ παῤ αὐτὸν ἵκοντο, κατέλεξε μὲν ὅσα τε πρότερον καὶ ὅντινα τρόπον ἐξηνδραπόδισε Ῥωμαίων χωρία, ἠπείλησε δὲ τὰ δεινότερα Ἐδεσσηνοῖς πρὸς Περσῶν ἔσεσθαι, εἰ μὴ πάντα σφίσι τὰ χρήματα δοῖεν ὅσα τοῦ περιβόλου ἐντὸς ἔχουσιν: οὕτω γὰρ μόνως ἐνθένδε ἀπαλλαγήσεσθαι τὸν στρατὸν ἔφασκε. [21] ταῦτα οἱ πρέσβεις ἀκούσαντες ὡμολόγουν [p. 494] μὲν παρὰ Χοσρόου τὴν εἰρήνην ὠνήσεσθαι, ἤν γε σφίσι μὴ τὰ ἀδύνατα ἐπαγγείλειε: τοῦ δὲ κινδύνου τὸ πέρας οὐδενὶ τῶν πάντων ἔφασαν πρὸ τῆς ἀγωνίας ἔνδηλον εἶναι. [22] πόλεμον γὰρ τοῖς αὐτὸν διαφέρουσιν ἐπὶ τοῖς ὁμολογουμένοις οὐ μή ποτε εἶναι. τότε μὲν οὖν ξὺν ὀργῇ Χοσρόης τοὺς πρέσβεις ἐκέλευεν ὅτι τάχιστα ἀπαλλάσσεσθαι. [23] Ἡμέρᾳ δὲ ἀπὸ τῆς προσεδρείας ὀγδόῃ λόφον ἐπαναστῆσαι χειροποίητον τῷ τῆς πόλεως περιβόλῳ βουλόμενος, ἐπεὶ τὰ δένδρα ἐκτεμὼν αὐτοῖς φύλλοις πολλὰ ἐκ χωρίων ἐγγύς πη ὄντων πρὸ τοῦ τείχους ἐν τετραγώνῳ ξυνέθηκεν, οὗ δὴ βέλος ἐκ τῆς πόλεως ἐξικνεῖσθαι ἀδύνατα ἦν, χοῦν τε πολύν τινα ἀτεχνῶς ὕπερθεν τῶν δένδρων ξυναμησάμενος μέγα τι χρῆμα λίθων ἐπέβαλλεν, οὐκ ἐχόντων εἰς οἰκοδομίαν ἐπιτηδείως, ἀλλ̓ εἰκῆ τμηθέντων, ἐκείνου μόνου ἐπιμελούμενος, ὅπως δὴ λόφος ὅτι τάχιστα ἐς ὕψος μέγα ἐπαίροιτο. [24] καὶ ξύλα μακρὰ τοῦ τε χοῦ καὶ τῶν λίθων μεταξὺ ἐς ἀεὶ ἐμβαλλόμενος ἔνδεσμον ἐποιεῖτο τοῦ ἔργου, [25] ὅπως μὴ ὑψηλὸν γενόμενον ἀσθενὲς εἴη. Πέτρος δὲ Ῥωμαίων στρατηγὸς ῾ἐνταῦθα γὰρ ξὺν Μαρτίνῳ καὶ Περανίῳ ἐτύγχανεν ὢν̓ τοὺς ταῦτα ἐργαζομένους ἀναστέλλειν ἐθέλων Οὔννων τῶν οἱ ἑπομένων τινὰς ἐπ̓ αὐτοὺς ἔπεμψεν. [26] οἱ δὲ πολλοὺς ἐκ τοῦ αἰφνιδίου ἐπελθόντες ἀνεῖλον, καὶ πάντων μάλιστα τῶν τις δορυφόρων, Ἀργὴκ ὄνομα: [27] μόνος γὰρ ἑπτὰ καὶ εἴκοσιν ἔκτεινε. τῶν μέντοι βαρβάρων φυλακὴν ἀκριβῆ τὸ λοιπὸν ποιουμένων, οὐκέτι ἐπεξιέναι τινὲς ἐπ̓ αὐτοὺς ἔσχον. [28] ἐπεὶ δὲ προϊόντες ἐντὸς βέλους οἱ τεχνῖται [p. 496] τοῦ ἔργου τούτου ἐγένοντο, καρτερώτατα ἤδη ἀμυνόμενοι ἀπὸ τοῦ περιβόλου Ῥωμαῖοι τάς τε σφενδόνας ἐπ̓ αὐτοὺς καὶ τὰ τόξα ἐνήργουν. διὸ δὴ οἱ βάρβαροι ἐπενόουν τάδε. [29] προκαλύμματα ἐκ τραγείων τριχῶν, δὴ καλοῦσι Κιλίκια, πάχους τε καὶ μήκους διαρκῶς ἔχοντα, ἀρτήσαντες ἐκ ξύλων μακρῶν ἐπίπροσθεν ἀεὶ τὴν ἄγεσταν ἐργαζομένων ἐτίθεντο ῾οὕτω γὰρ τὸ ποιούμενον τῇ Λατίνων φωνῇ ἐκάλουν Ῥωμαῖοἰ. [30] ἐνταῦθα γὰρ οὔτε πυρφόροι οἰστοὶ οὔτε τὰ ἄλλα βέλη ἐξικνεῖσθαι εἶχον, ἀλλ̓ αὐτοῦ ἐπὶ τῶν προκαλυμμάτων ἀποκρουόμενα ξύμπαντα ἔμενε. [31] καὶ τότε Ῥωμαῖοι ἐς δέος μέγα ἐμπεπτωκότες τοὺς πρέσβεις παρὰ Χοσρόην σὺν θορύβῳ πολλῷ ἔπεμπον καὶ Στέφανον σὺν αὐτοῖς, ἔν γε τοῖς κατ̓ αὐτὸν ἰατροῖς λόγιον, ὃς δὴ Καβάδην τὸν Περόζου νοσοῦντά ποτε ἰασάμενος κύριος χρημάτων μεγάλων πρὸς αὐτοῦ γέγονεν. [32] ὃς δή, ἐπεὶ παρὰ Χοσρόην ξὺν τοῖς ἄλλοις ἐγένετο, ἔλεξεν ὧδε, ‘Βασιλέως τὴν φιλανθρωπίαν ἀγαθοῦ γνώρισμα πάντες ἐκ παλαιοῦ νενομίκασιν. [33] οὐκοῦν, κράτιστε βασιλεῦ, φόνους σοι καὶ μάχας ἐργαζομένῳ καὶ πόλεων ἀνδραποδισμοὺς τῶν μὲν ἄλλων ἴσως ὀνομάτων παρέσται τυχεῖν, τὸ δὲ ἀγαθῷ εἶναι δοκεῖν οὐ μήποτε ἔσται. [34] καίτοι πασῶν γε ἥκιστα χρῆν τῇ Ἐδεσσηνῶν πόλει παρὰ σοῦ τι ξυμβῆναι φλαῦρον. [35] ἐντεῦθεν γὰρ ἔγωγε ὥρμημαι, ὅσπερ σε τῶν ἐσομένων οὐδὲν προειδὼς ἐξέθρεψά τε καὶ τῷ [p. 498] πατρὶ τῷ σῷ ξύμβουλος γεγονώς, ἐφ̓ σε τῆς ἀρχῆς διάδοχον καταστήσεται, σοὶ μὲν τῆς Περσῶν βασιλείας αἰτιώτατος γέγονα, τῇ δὲ πατρίδι τῶν παρόντων κακῶν. [36] οἱ γὰρ ἄνθρωποι τὰ πολλὰ τῶν ἀτυχημάτων σφίσιν αὐτοῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τῶν ξυμβησομένων προστρίβονται. [37] ἀλλ̓ εἴ τίς σε τῆς τοιαύτης εὐεργεσίας εἰσέρχεται μνήμη, μηδὲν ἡμᾶς ἐργάσῃ περαιτέρω κακόν, ταύτην διδούς μοι τὴν ἀμοιβήν, ἐξ ἧς σοι, βασιλεῦ, τὸ μὴ δοκεῖν ὠμοτάτῳ εἶναι ξυμβήσεται.’ Στέφανος μὲν τοσαῦτα εἶπε. [38] Χοσρόης δὲ οὐ πρότερον ἀπαλλαγήσεσθαι ὡμολόγει ἐνθένδε, εἰ μὴ Πέτρον τε καὶ Περάνιον αὐτῷ παραδοῖεν Ῥωμαῖοι, ὅτι δή οἱ, δοῦλοί γε ὄντες πατρῷοι, τετολμήκασιν ἀντιτάξασθαι. [39] τοῦτο δὲ ἢν μὴ δρᾶν Ῥωμαίοις ἐν ἡδονῇ ἐστιν, ἀλλὰ δυοῖν αὐτοὺς ἐπάναγκες ἑλέσθαι τὸ ἕτερον, πεντακόσια κεντηνάρια χρυσοῦ σφίσι διδόναι, δέξασθαι τῇ πόλει τῶν οἱ ἐπιτηδείων τινάς, οἳ τὰ χρήματα διερευνησάμενοι ἅπαντα τὸν μὲν χρυσόν τε καὶ ἄργυρον, ὅσον δὴ ἐνταῦθα ξυμβαίνει εἶναι, κομίζοντες ἐς αὐτὸν ἥξουσι, [40] τἄλλα δὲ τοὺς κυρίους ἐάσουσιν ἔχειν. ταῦτα μὲν Χοσρόης ἀπέρριψεν, Ἔδεσσαν ἐξελεῖν πόνῳ οὐδενὶ ἐλπίδα ἔχων. οἱ δὲ πρέσβεις ῾ἅπαντα γὰρ σφίσιν ἀδύνατα ἔδοξεν εἶναι ὅσα ἐκεῖνος ἀπήγγελλἐ διαπορούμενοί τε καὶ λίαν ἀσχάλλοντες ἐπὶ τὴν πόλιν ἐβάδιζον. [41] ἐπεί τε ἐντὸς τοῦ περιβόλου γενόμενοι τὰ παρὰ Χοσρόου ἀπήγγελλον, θορύβου τε καὶ θρήνων πόλις ἔμπλεως ἐγένετο. [42] μὲν οὖν τοῦ λόφου κατασκευὴ ἐπί τε ὕψος ᾔρετο μέγα καὶ σπουδῇ πολλῇ ἐπίπροσθεν ᾔει. [p. 500] Ῥωμαῖοι δὲ οὐκ ἔχοντες τι καὶ δράσουσι, πάλιν τοὺς πρέσβεις παρὰ Χοσρόην ἀπέστελλον. [43] οἵπερ ἐπειδὴ ἐν τῷ τῶν πολεμίων στρατοπέδῳ ἐγένοντο, περί τε τῶν αὐτῶν δεησόμενοι ἔφασκον ἥκειν, λόγου μὲν οὐδ̓ ὁπωστιοῦν πρὸς Περσῶν ἔτυχον, ὕβρει δὲ καὶ θορύβῳ πολλῷ ἐνθένδε ἐξελαυνόμενοι ἐς τὴν πόλιν ἐχώρουν. [44] τὰ μὲν οὖν πρῶτα Ῥωμαῖοι τὸ κατὰ τὸν λόφον τεῖχος ἑτέρᾳ ἐνεχείρουν οἰκοδομίᾳ τινὶ ὑπερβαλέσθαι: ὡς δὲ καὶ ταύτης τὸ Περσῶν ἔργον πολλῷ καθυπέρτερον ἐγίνετο ἤδη, τῆς μὲν οἰκοδομίας ἀπέστησαν, Μαρτῖνον δὲ πείθουσι τὰ ἀμφὶ τῇ ξυμβάσει τρόπῳ δὴ ὅτῳ βούλοιτο διοικήσασθαι. καὶ ὃς ἄγχιστα τοῦ τῶν πολεμίων στρατοπέδου γενόμενος τῶν τισιν ἐν Πέρσαις ἀρχόντων ἐς λόγους ἦλθεν. [45] οἱ δὲ τὸν Μαρτῖνον ἐξαπατῶντες εἰρηναῖα μὲν σφῶν τὸν βασιλέα βούλεσθαι ἔφασαν, αὐτὸν δὲ ὡς ἥκιστα οἷόν τε εἶναι τὸν Ῥωμαίων αὐτοκράτορα πείθειν τῆς πρὸς Χοσρόην φιλονεικίας ἀφέμενον τὴν εἰρήνην ποτὲ πρὸς αὐτὸν θήσεσθαι: [46] ἐπεὶ καὶ Βελισάριον, ὅνπερ τῇ τε δυνάμει καὶ τῷ ἀξιώματι πολὺ Μαρτίνου προὔχειν οὐδ̓ ἂν αὐτὸς ἀντείποι, πεῖσαι μὲν ἔναγχος τὸν Περσῶν βασιλέα, ὄντα δή που ἐν μέσοις Ῥωμαίοις, ἐνθένδε ἀπαλλάσσεσθαι ἐς τὰ Περσῶν ἤθη, ὑποσχόμενον πρέσβεις τε παῤ αὐτὸν οὐκ εἰς μακρὰν ἐκ Βυζαντίου ἀφίξεσθαι καὶ τὴν εἰρήνην ἐν τῷ βεβαίῳ κρατύνασθαι, πρᾶξαι δὲ τῶν ὡμολογημένων οὐδέν, ἀδύνατον γεγονότα τὴν Ἰουστινιανοῦ βασιλέως βιάσασθαι γνώμην. [p. 502]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: