previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐτύγχανε δὲ ὀλίγῳ ἔμπροσθεν βασιλεὺς ἀρχὴν τῆς ἕω τὴν στρατηγίδα διελὼν δίχα, καὶ τὰ μὲν ἄχρι ἐς ποταμὸν Εὐφράτην ἐς τὸ Βελισαρίου ἀπολιπὼν ὄνομα ὃς ξύμπασαν τὴν ἀρχὴν τὰ πρότερα εἶχε, τὰ δὲ ἐνθένδε μέχρι τῶν Περσικῶν ὁρίων τῷ Βούζῃ ἐπιτρέψας, ὃν δὴ ἁπάσης ἐπιμέλεσθαι τῆς ἑῴας ἀρχῆς, ἕως Βελισάριος ἐξ Ἰταλίας ἐπανήκοι, ἐκέλευε. [2] διὸ δὴ Βούζης ἅπαντα τὸν στρατὸν ἑπόμενον ἔχων τὰ μὲν πρῶτα ἐπὶ τῆς Ἱεραπόλεως ἔμενεν: ἐπεὶ δὲ τὰ ξυμπεσόντα Σουρηνοῖς ἔμαθε, ξυγκαλέσας τοὺς [3] Ἱεραπολιτῶν πρώτους ἔλεξε τοιάδεΟἷς μὲν ἐξ ἀντιπάλου τῆς δυνάμεως πρὸς τοὺς ἐπιόντας ἀγών ἐστιν, ἐς χεῖρας τοῖς πολεμίοις ἐκ τοῦ εὐθέος καθίστασθαι οὐδὲν ἀπεικός, οἷς δὲ τῶν ἐναντίων πολλῷ τῷ διαλλάσσοντι καταδεεστέροις [p. 306] ξυμβαίνει εἶναι, μηχαναῖς τισι τοὺς πολεμίους περιελθεῖν μᾶλλον ξυνοίσει ἐκ τοῦ ἐμφανοῦς ἀντιτασσομένοις ἐς κίνδυνόν τινα προὖπτον ἰέναι. [4] ἡλίκος μὲν οὖν ἐστιν Χοσρόου στρατὸς ἀκούετε δήπου. ἢν δὲ αὐτὸς μὲν πολιορκίᾳ ἡμᾶς ἐξελεῖν βούληται, ἡμεῖς δὲ ἀπὸ τοῦ τείχους τὸν πόλεμον διενέγκωμεν, ἡμᾶς μὲν τὰ ἐπιτήδεια ἐπιλείψειν εἰκός, Πέρσας δὲ ἅπαντα ἐκ τῆς ἡμετέρας οὐδενὸς ἀντιστατοῦντος κομίζεσθαι. [5] ταύτῃ τε τῆς πολιορκίας μηκυνομένης, οὐδὲ ἀρκέσειν τὸν περίβολον ταῖς τῶν πολεμίων ἐπιβουλαῖς οἶμαι, ὃν δὴ ἐπιμαχώτατον πολλαχόσε τετύχηκεν εἶναι, καί τι Ῥωμαίοις τῶν ἀνηκέστων ξυμβήσεσθαι. [6] ἢν δέ γε μοίρᾳ μέν τινι τοῦ στρατοῦ τὸ τῆς πόλεως φυλάξωμεν τεῖχος, οἱ δὲ λοιποὶ τὰς ἀμφὶ τὴν πόλιν ὑπωρείας καταλάβωσιν, ἐνθένδε καταθέοντες πὴ μὲν τὸ τῶν ἐναντίων στρατόπεδον, πὴ δὲ τοὺς τῶν ἐπιτηδείων ἕνεκα στελλομένους, ἀναγκάσουσι Χοσρόην αὐτίκα δὴ μάλα λύσαντα τὴν προσεδρείαν, τὴν ἀναχώρησιν δἰ ὀλίγου ποιήσασθαι, οὔτε τὰς προσβολὰς ἀδεέστερον ἐπάγειν τῷ περιβόλῳ παντελῶς ἔχοντα οὔτε τι τῶν ἀναγκαίων στρατῷ τοσούτῳ πορίζεσθαι.’ [7] τοσαῦτα Βούζης εἰπὼν λέγειν μὲν τὰ ξύμφορα ἔδοξεν, ἔπραξε δὲ τῶν δεόντων οὐδέν. ἀπολέξας γὰρ εἴ τι ἐν τῷ Ῥωμαίων στρατῷ δόκιμον ἦν, [8] ἀπιὼν ᾤχετο. καὶ ὅποι ποτὲ γῆς ἐτύγχανεν οὔτε τις τῶν ἐν Ἱεραπόλει Ῥωμαίων οὔτε τῶν πολεμίων στρατὸς μαθεῖν ἴσχυσε. ταῦτα μὲν οὖν ἐφέρετο τῇδε. [p. 308] [9] Βασιλεὺς δὲ Ἰουστινιανὸς πυθόμενος τὴν Περσῶν ἔφοδον, Γερμανὸν μὲν εὐθὺς τὸν ἀνεψιὸν τὸν αὑτοῦ ξὺν θορύβῳ πολλῷ τριακοσίους ἑπομένους ἔχοντα ἔπεμψε, στρατὸν δέ οἱ οὐκ ἐς μακρὰν ὑπέσχετο πολὺν ἕψεσθαι. [10] ἔς τε Ἀντιόχειαν Γερμανὸς ἀφικόμενος περιῆλθε τὸν περίβολον ἅπαντα κύκλῳ, καὶ αὐτοῦ ἐχυρὰ μὲν ὄντα τὰ πολλὰ ηὕρισκε ῾τά τε γὰρ ἐν τῷ ὁμαλεῖ ποταμὸς Ὀρόντης παραρρεῖ ξύμπαντα τοῖς ἐπιοῦσιν ἄπορα ἐργαζόμενος, καὶ τὰ ἐν τῷ ἀνάντει χωρίοις κρημνώδεσιν ἀνεχόμενα ἐσβατὰ τοῖς πολεμίοις ὡς ἥκιστα ἦν̓, ἐν δὲ τῇ ἄκρᾳ γενόμενος, ἣν δὴ Ὀροκασιάδα καλεῖν οἱ ταύτῃ ἄνθρωποι νενομίκασιν, ἐπιμαχώτατον κατενόησεν ὂν τὸ κατ̓ αὐτὴν τεῖχος. [11] πέτρα γὰρ τυγχάνει τις ἐνταῦθά πη οὖσα, εὔρους μὲν ἐπὶ πλεῖστον ἱκανῶς ἔχουσα, ὕψος δὲ ὀλίγῳ τοῦ περιβόλου ἐλασσουμένη. [12] ἐκέλευεν οὖν τὴν πέτραν ἀποτεμνομένους βαθύν τινα βόθρον ἀμφὶ τὸ τεῖχος ἐργάζεσθαι, μή τις ἐνθένδε ἀναβησόμενος ἐπὶ τὸν περίβολον ἴοι, πύργον μέγαν τινὰ δειμαμένους ἐνταῦθα τὴν ἀπ̓ αὐτοῦ οἰκοδομίαν ἐνάψαι τῷ τῆς πόλεως τείχει. [13] ἀλλὰ τοῖς τῶν οἰκοδομιῶν ἀρχιτέκτοσι ποιητέα τούτων ἐδόκει οὐδέτερα εἶναι. οὔτε γὰρ ἐν χρόνῳ βραχεῖ ἐπιτελῆ ἔσεσθαι οὕτως ἐγκειμένης τῆς τῶν πολεμίων ἐφόδου, ἀρχόμενοί τε τοῦ ἔργου τούτου καὶ οὐκ ἐς πέρας αὐτοῦ ἐξικνούμενοι οὐκ ἄλλο οὐδὲν τοῖς πολεμίοις ἐνδείξονται ὅπη ποτὲ τοῦ τείχους σφίσι πολεμητέα εἴη. [14] Γερμανὸς δὲ ταύτης δὴ τῆς ἐννοίας σφαλείς, τὰ μὲν πρῶτα στρατὸν ἐκ Βυζαντίου καραδοκῶν ἐλπίδα τινὰ ἐπ̓ αὐτῷ εἶχεν. [15] ἐπεὶ δὲ χρόνου τριβέντος συχνοῦ οὔτε τις ἐκ [p. 310] βασιλέως στρατὸς ἀφίκετο οὔτε ὅτι ἀφίξεται ἐπίδοξος ἦν, ἐς δέος ἦλθε μὴ Χοσρόης πυθόμενος βασιλέως ἀνεψιὸν ἐνταῦθα εἶναι, προυργιαίτερον ἄλλου ὁτουοῦν ποιήσηται Ἀντιόχειάν τε καὶ αὐτὸν ἐξελεῖν, καὶ ἀπ̓ αὐτοῦ τῶν ἄλλων ἁπάντων ἀφέμενος παντὶ τῷ στρατῷ ἐπ̓ αὐτὴν ἴοι. [16] ταῦτα καὶ Ἀντιοχεῦσιν ἐν νῷ ἔχουσι βουλήν τε ὑπὲρ τούτων πεποιημένοις ξυμφορώτατον ἔδοξεν εἶναι χρήματα προεμένοις Χοσρόῃ κίνδυνον τὸν παρόντα διαφυγεῖν. [17] Μέγαν τοίνυν, τὸν Βεροίας ἐπίσκοπον, ἄνδρα ξυνετόν ῾ἐπιχωριάζων γὰρ αὐτοῖς ἐτύγχανε τότἐ Χοσρόου δεησόμενον πέμπουσιν, ὃς δὴ ἐνθένδε σταλεὶς καταλαμβάνει τὸν Μήδων στρατὸν Ἱεραπόλεως οὐ μακρὰν ἄποθεν. [18] Χοσρόῃ τε ἐς ὄψιν ἥκων πολλὰ ἐλιπάρει ἀνθρώπους οἰκτεῖραι οἳ οὔτε τι ἐς αὐτὸν ἥμαρτον οὔτε τῇ Περσῶν στρατιᾷ οἷοί τε ἀντιτείνειν εἰσί. [19] πρέπειν γὰρ ἀνδρὶ βασιλεῖ πάντων ἥκιστα τοῖς ὑποχωροῦσι καὶ οὐδαμῆ ἐθέλουσιν ἀντιτάσσεσθαι ἐπεμβαίνειν τε καὶ βιάζεσθαι, ἐπεὶ οὐδὲ τῶν νῦν δρωμένων βασιλικόν τι οὐδὲ γενναῖον αὐτῷ ἐργασθείη, ὅτι δὴ οὐ παρασχόμενος τῷ Ῥωμαίων βασιλεῖ βουλῆς τινα χρόνον, ὥστε τὴν εἰρήνην κρατύνασθαι, ὅπη ἂν ἑκατέρῳ δοκοίη, τὰ ἐς τὸν πόλεμον ἐκ συνθήκης, ὡς τὸ εἰκός, ἐξαρτύεσθαι, ἀλλ̓ οὕτως ἀνεπισκέπτως ἐπὶ Ῥωμαίους ἐν ὅπλοις ἔλθοι, οὔπω τοῦ σφετέρου βασιλέως ἐπισταμένου τὰ [p. 312] παρόντα σφίσι. [20] ταῦτα Χοσρόης ἀκούσας λόγῳ ξυνετῷ τὸν τρόπον ῥυθμίζεσθαι ὑπὸ ἀμαθίας οὐδαμῶς ἴσχυσεν, ἀλλ̓ ἔτι μᾶλλον τὴν διάνοιαν πρότερον ἤρθη. [21] Σύρους τε οὖν ἠπείλησε καταστρέψασθαι καὶ Κίλικας πάντας, καί οἱ τὸν Μέγαν ἕπεσθαι κελεύσας ἐς τὴν Ἱεράπολιν ἐπῆγε τὸ στράτευμα. [22] οὗ δὴ ἀφικόμενός τε καὶ ἐνστρατοπεδευσάμενος, ἐπειδὴ τόν τε περίβολον ὀχυρὸν ὄντα εἶδε καὶ στρατιωτῶν ἔμαθε φυλακτήριον διαρκῶς ἔχειν, χρήματα τοὺς Ἱεραπολίτας ᾔτει, [23] Παῦλον ἑρμηνέα παῤ αὐτοὺς πέμψας. δὲ Παῦλος οὗτος ἐτέθραπτό τε ἐν γῇ τῇ Ῥωμαίων καὶ εἰς γραμματιστοῦ παρὰ Ἀντιοχεῦσιν ἐφοίτησεν, ἐλέγετο δὲ καὶ Ῥωμαῖος γένος τὸ ἐξ ἀρχῆς εἶναι. [24] οἱ δὲ μάλιστα μὲν καὶ ὣς ἀμφὶ τῷ περιβόλῳ δειμαίνοντες, χώραν περιβεβλημένῳ πολλὴν μέχρι ἐς τὸ ὄρος ταύτῃ ἀνέχει, ἔπειτα δὲ καὶ τὴν γῆν ἀδῄωτον ἔχειν ἐθέλοντες, ὡμολόγησαν ἀργύρου σταθμὰ δισχίλια δώσειν. [25] τότε δὴ Μέγας ὑπὲρ τῶν ἑῴων ἁπάντων Χοσρόην ἱκετεύων οὐκέτι ἀνίει, ἕως αὐτῷ Χοσρόης ὡμολόγησε δέκα τε χρυσοῦ κεντηνάρια λήψεσθαι καὶ πάσης ἀπαλλαγήσεσθαι τῆς Ῥωμαίων ἀρχῆς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: