previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βελισάριος δὲ ὡς ἐς παράταξιν ὧδε διακοσμήσας τὸ στράτευμα τὴν ἐπὶ Καρχηδόνα ἐβάδιζε. τῶν δ̓ ὑπασπιστῶν τριακοσίους ἀπολέξας, ἄνδρας ἀγαθοὺς τὰ πολέμια, Ἰωάννῃ παρέδωκεν, ὅς οἱ ἐπεμελεῖτο τῆς περὶ τὴν οἰκίαν δαπάνης: ὀπτίωνα τοῦτον καλοῦσι Ῥωμαῖοι. [2] ἀνὴρ δὲ ἦν Ἀρμένιος μὲν γένος, ξυνέσεως δὲ καὶ ἀνδρίας ἐς τὸ ἀκρότατον μάλα ἥκων. τοῦτον δὴ τὸν Ἰωάννην ἐκέλευσε τῇ στρατιᾷ ἡγεῖσθαι, οὐχ ἧσσον κατὰ εἴκοσι σταδίους διέχοντα, καὶ ἤν τι πολέμιον ἴδοι, κατὰ τάχος σημῆναι, ὅπως δὴ μὴ ἀπαράσκευοι ἐς μάχην καθίστασθαι ἀναγκάζοιντο. [3] τοὺς δὲ ξυμμάχους Μασσαγέτας ἐκέλευε τοσούτοις καὶ πλείοσι σταδίοις ἀπέχοντας ἀεὶ κατὰ τὸ ἀριστερὸν μέρος τὴν πορείαν ποιεῖσθαι: αὐτὸς δὲ ὄπισθεν μετὰ τῶν ἀρίστων ἐβάδιζεν. [4] ὑπώπτευε γὰρ ἐκ τῆς Ἑρμιόνης Γελίμερα σφίσιν ἑπόμενον οὐκ ἐς μακρὰν ἐπιθήσεσθαι. κατὰ γὰρ τὸ δεξιὸν μέρος οὐδὲν ἦν δέος οὐ πόρρω τῆς ἠιόνος πορευομένοις. [5] τοῖς δὲ ναύταις ἐπήγγελλε παρακολουθεῖν τε ἀεὶ καὶ τοῦ στρατεύματος μὴ πολὺ διεστάναι, ἀλλ̓ [p. 150] ἐπιφόρου μὲν γινομένου τοῦ πνεύματος χαλάσαντας τὰ μεγάλα ἱστία τοῖς μικροῖς, δὴ δόλωνας καλοῦσιν, ἕπεσθαι, λωφήσαντος δὲ παντελῶς τοῦ ἀνέμου βιάζεσθαι ὅσον οἷοί τε ὦσιν ἐρέσσοντας. [6] Εἰς δὲ Σύλλεκτον ἀφικόμενος Βελισάριος σώφρονάς τε τοὺς στρατιώτας παρείχετο καὶ οὔτε ἀδίκων χειρῶν ἄρχοντας οὔτε τι ἀπὸ τρόπου ἐργαζομένους, αὐτός τε πρᾳότητα καὶ φιλανθρωπίαν πολλὴν ἐνδεικνύμενος οὕτω τοὺς Λίβυας προσεποιήσατο ὥστε τοῦ λοιποῦ καθάπερ ἐν χώρᾳ οἰκείᾳ τὴν πορείαν ποιεῖσθαι, οὔτε ὑποχωρούντων τῶν ταύτῃ ᾠκημένων οὔτε τι ἀποκρύπτεσθαι βουλομένων, ἀλλὰ καὶ ἀγορὰν παρεχομένων καὶ τὰ ἄλλα τοῖς στρατιώταις βούλοιντο ὑπηρετούντων. [7] ὀγδοήκοντα δὲ σταδίους ἀνύοντες εἰς ἡμέραν ἑκάστην ἄχρι ἐς Καρχηδόνα διετελέσαμεν, κατὰ πόλιν, ἂν οὕτω τύχῃ, ἐν στρατοπέδῳ ἐκ τῶν παρόντων ὡς ἀσφαλέστατα αὐλιζόμενοι. [8] οὕτω γοῦν διά τε Λέπτης πόλεως καὶ Ἀδραμητοῦ ἐς Γράσσην τὸ χωρίον ἀφικόμεθα, πεντήκοντα καὶ τριακοσίους σταδίους Καρχηδόνος διέχον. [9] ἔνθα δὴ βασίλειά τε ἦν τοῦ Βανδίλων ἡγουμένου καὶ παράδεισος κάλλιστος ἁπάντων ὧν ἡμεῖς ἴσμεν. [10] ταῖς τε γὰρ κρήναις κομιδῆ κατάρρυτός ἐστι καὶ ἄλσους ἔχει πάμπολυ χρῆμα. ὀπώρας δὲ τὰ δένδρα μεστά ἐστι ξύμπαντα: ὥστε τῶν στρατιωτῶν ἕκαστος τὴν καλύβην ἐν δένδροις ὀπώρας ἐπήξατο καὶ τῶν καρπῶν τηνικάδε ὡραίων ὄντων ἐς κόρον μὲν αὐτῶν ἀφίκοντο [p. 152] πάντες, αἴσθησις δὲ σχεδόν τι τῆς ὀπώρας ἐλασσουμένης οὐ γέγονε. [11] Γελίμερ δέ, ἐπεὶ ἐν Ἑρμιόνῃ τὸ πρῶτον παρόντας ἤκουσε τοὺς πολεμίους, γράφει πρὸς τὸν ἀδελφὸν Ἀμμάταν ἐς Καρχηδόνα, Ἰλδέριχον μὲν καὶ ἄλλους, ὅσους εἴτε κατὰ γένος εἴτε ἄλλως αὐτῷ προσήκοντας ἐν φυλακῇ ἔχει, ἀποκτιννύναι, αὐτὸν δὲ τούς τε Βανδίλους καὶ εἴ τι ἄλλο μάχιμον ἐν τῇ πόλει ἦν ἐν παρασκευῇ ποιήσασθαι, ὅπως τῶν πολεμίων ἐν στενοῖς γενομένων ἀμφὶ τὸ τῆς πόλεως προάστειον, Δέκιμον καλοῦσιν, ἀμφοτέρωθεν ξυνιόντας κυκλώσασθαί τε αὐτοὺς καὶ σαγηνεύσαντας διαφθεῖραι. [12] Ἀμμάτας δὲ κατὰ ταῦτα ἐποίει, καὶ τόν τε Ἰλδέριχον, ξυγγενῆ ὄντα, καὶ Εὐαγέην ἀπέκτεινε καὶ τῶν Λιβύων ὅσοι αὐτοῖς ἐπιτήδειοι ἦσαν. [13] Ὁάμερ γὰρ ἤδη ἐξ ἀνθρώπων ἠφάνιστο. τούς τε Βανδίλους ἐξοπλίσας, ὡς εἰς καιρὸν ἐπιθησόμενος, [14] ἐν παρασκευῇ ἐποιήσατο. Γελίμερ δὲ ὄπισθεν, οὐ παρέχων ἡμῖν αἴσθησιν, εἵπετο, πλήν γε δὴ ὅτι ἐν τῇ νυκτὶ ταύτῃ ἐν Γράσσῃ ηὐλισάμεθα, κατάσκοποι ἑκατέρωθεν ἰόντες ξυνέμιξαν, πλήξαντές τε ἀλλήλους ἐς τὸ σφέτερον στρατόπεδον ἑκάτεροι ἀπεχώρησαν, καὶ ταύτῃ γέγονεν ἡμῖν φανερὸν οὐ πόρρω εἶναι τοὺς πολεμίους. [15] ἐνθένδε ἡμῖν πορευομένοις τὰς ναῦς ἐσορᾶν ἀδύνατα ἦν. πέτραι γὰρ ὑψηλαί, πόρρω τῆς θαλάσσης διήκουσαι, περίοδον τοῖς πλέουσι πολλῷ μέτρῳ ἐργάζονται, καὶ ἄκρα ἀνέχει, ἧς ἐντὸς τοῦ Ἑρμοῦ πόλισμά ἐστι. [16] Βελισάριος οὖν Ἀρχελάῳ τε τῷ ἐπάρχῳ καὶ Καλωνύμῳ τῷ [p. 154] ναυάρχῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν μὴ καταίρειν, σταδίους δὲ ἀμφὶ τοὺς διακοσίους ἀπέχοντας ἄχρι αὐτὸς καλέσῃ μένειν. [17] ἐκ δὲ Γράσσης ἐξαναστάντες τεταρταῖοι ἐς Δέκιμον ἀφικόμεθα, σταδίοις ἑβδομήκοντα Καρχηδόνος ἀπέχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: