previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῇ δὲ ὑστεραίᾳ τῶν πεζῶν ἅμα τῇ Βελισαρίου γυναικὶ παραγενομένων ξύμπαντες τὴν ἐπὶ Καρχηδόνα ἐπορευόμεθα, ἔνθα δὴ περὶ δείλην ὀψίαν ἥκοντες ηὐλισάμεθα, καίτοι ἐκώλυεν οὐδεὶς ἐς τὴν [p. 170] πόλιν αὐτίκα ἐσελάσαι. οἵ τε γὰρ Καρχηδόνιὁ̣̣̓ τὰς πύλας ἀνακλίναντες λύχνα ἔκαιον πανδημἑ̣̣̓ καὶ πόλις κατελάμπετο τῷ πυρὶ τὴν νύκτα ὅλην ἐκείνην, καὶ τῶν Βανδίλων οἱ ἀπολελειμμένοι ἐν τοῖς ἱεροῖς ἱκέται ἐκάθηντο. [2] ἀλλὰ Βελισάριος διεκώλυσε τοῦ μήτε ἐνέδραν σφίσι πρὸς τῶν πολεμίων γενέσθαι μήτε τοῖς στρατιώταις ἄδειαν εἶναι, ἅτε ἐν νυκτὶ λανθάνουσιν, ἐς ἁρπαγὴν τραπέσθαι. [3] ταύτῃ τῇ ἡμέρᾳ αἱ νῆες῾̣̣̓ εὔρου σφίσιν ἀνέμου ἐπιπεσόντος, ἐς τὴν ἄκραν ἀφίκοντο. καὶ οἱ Καρχηδόνιοι, ἤδη γὰρ αὐτὰς καθεώρων, τὰς σιδηρᾶς ἁλύσεις τοῦ λιμένος, ὃν δὴ Μανδράκιον καλοῦσιν, ἀφελόμενοι, εἰσιτητὰ τῷ στόλῳ ἐποίουν. [4] ἔστι δὲ ἐν τῇ βασιλέως αὐλῇ οἴκημα σκότους ἀνάπλεων, δὴ Ἀγκῶνα καλοῦσιν οἱ Καρχηδόνιοι, ἔνθα ἐνεβάλλοντο ἅπαντες οἷς ἂν χαλεπαίνοι τύραννος. [5] ἐνταῦθα καθειργμένοι ἐτύγχανον πολλοὶ τῶν ἑῴων ἐμπόρων ἐς ἐκεῖνο τοῦ χρόνου. [6] τούτοις γὰρ δὴ Γελίμερ χαλεπῶς εἶχεν, ἐπικαλῶν ὡς δὴ αὐτοὶ βασιλέα ἐς τὸν πόλεμον ἐναγάγοιεν, ἔμελλόν τε διαφθαρῆναι πάντες, δόξαν τοῦτο Γελίμερι ἐκείνῃ τῇ ἡμέρᾳ Ἀμμάτας ἐν Δεκίμῳ ἀπέθανε: παρὰ τοσοῦτον κινδύνου ἦλθον. [7] τούτου φύλαξ τοῦ δεσμωτηρίου, ἐπεὶ τά τε ἐν Δεκίμῳ πραχθέντα ἤκουσε καὶ τὸν στόλον εἶδε τῆς ἄκρας ἐντός, ἐσελθὼν ἐς τὸ οἴκημα πυνθάνεται τῶν ἀνδρῶν, οὔπω τἀγαθὰ πεπυσμένων, ἀλλ̓ ἐν τῷ σκότῳ καθημένων καὶ καραδοκούντων τὸν θάνατον, τί [p. 172] ποτε ἄρα βουλομένοις ἂν αὐτοῖς εἴη τῶν ὑπαρχόντων προεμένοις σεσῶσθαι. [8] τῶν δὲ ἅπαντα αἱρουμένων διδόναι βούλοιτο, ἄλλο μὲν οὐδὲν ᾔτει τῶν πάντων χρημάτων, ἠξίου δὲ ἅπαντας ὀμνύναι ὡς, ἢν διαφύγοιεν, καὶ αὐτῷ ἐν κινδύνοις γενησομένῳ ξυλλήψονται ὅση δύναμις. οἱ μὲν οὖν κατὰ ταῦτα ἐποίουν. [9] δὲ τόν τε λόγον ἅπαντα ἔφραζε καὶ σανίδα ἐκ τοῦ πρὸς θάλασσαν ἀφελὼν μέρους προσιόντα τὸν στόλον ἐπέδειξε, τῆς τε εἱρκτῆς ἀφεὶς ἅπαντας ξὺν αὐτοῖς ᾔει. [10] Οἱ δὲ ἐν ταῖς ναυσὶν ὄντες, οὔπω τι ἀκηκοότες ὧν ἐν τῇ γῇ στρατὸς ἔδρασε, διηποροῦντο, καὶ τὰ ἱστία χαλάσαντες ἔς τε τὸ Μερκούριον πέμψαντες τὰ ἐν Δεκίμῳ πραχθέντα ἔμαθον, καὶ περιχαρεῖς γενόμενοι ἔπλεον. [11] ἐπεὶ δὲ τοῦ πνεύματος σφίσιν ἐπιφόρου ὄντος ἀπὸ σταδίων πεντήκοντα καὶ ἑκατὸν Καρχηδόνος ἐγένοντο, Ἀρχέλαος μὲν καὶ οἱ στρατιῶται αὐτοῦ ὁρμίσασθαι ἐκέλευον, τὴν τοῦ στρατηγοῦ δεδιότες πρόρρησιν, οἱ δὲ ναῦται οὐκ ἐπείθοντο. [12] τήν τε γὰρ ἐκείνῃ ἀκτὴν ἀλίμενον εἶναι ἔφασκον καὶ χειμῶνα ἐπίσημον αὐτίκα μάλα γενήσεσθαι ἐπίδοξον εἶναι, ὃν δὴ οἱ ἐπιχώριοι Κυπριανὰ καλοῦσι. [13] προὔλεγόν τε ὡς, εἰ ἐνταῦθα σφίσιν ἐπιγένηται, οὐδ̓ ἂν τῶν νεῶν μίαν διασώσασθαι δυνατοὶ εἶεν. καὶ ἦν δὲ οὕτως. [14] ἐν βραχεῖ οὖν τά τε ἱστία χαλάσαντες καὶ βουλευσάμενοι τοῦ μὲν Μανδρακίου πειράσασθαι οὐκ [15] ᾤοντο χρῆναι ῾τάς τε γὰρ Βελισαρίου ἐντολὰς ὑπεστέλλοντο καὶ ἅμα τὴν ἐς τὸ Μανδράκιον εἴσοδον ταῖς ἁλύσεσιν ἀποκεκλεῖσθαι ὑπώπτευον, ἄλλως τε καὶ τῷ παντὶ στόλῳ τὸν λιμένα ἐκεῖνον [p. 174] οὐχ ἱκανὸν εἶναἰ, τὸ δὲ Στάγνον σφίσιν ἐφαίνετο ἐν καλῷ κεῖσθαι ῾μέτρῳ γὰρ σταδίων τεσσαράκοντα Καρχηδόνος διέχεἰ ἐμπόδιόν τε οὐδὲν ἐν αὐτῷ εἶναι καὶ πρὸς τὸν στόλον ἅπαντα ἱκανῶς πεφυκέναι. [16] ἔνθα δὴ ἀφικόμενοι περὶ λύχνων ἁφὰς ὡρμίσαντο πάντες, πλήν γε δὴ ὅτι Καλώνυμος ἅμα τῶν ναυτῶν τισι, τοῦ τε στρατηγοῦ ἀφροντιστήσας καὶ τῶν ἄλλων πάντων, ἔς τε τὸ Μανδράκιον λάθρα ἀπέβη, οὐδενὸς κωλῦσαι τολμήσαντος, καὶ χρήματα τῶν ἐπὶ θαλάσσῃ ᾠκημένων ἐμπόρων ξένων τε καὶ Καρχηδονίων διήρπασε. [17] Τῇ δὲ ἐπιγενομένῃ ἡμέρᾳ Βελισάριος τούς τε ἐν ταῖς ναυσὶ τὴν ἀπόβασιν ἐκέλευε ποιεῖσθαι καὶ ὅλον διακοσμήσας τὸ στράτευμα διατάξας τε ὡς ἐς μάχην ἐπὶ Καρχηδόνα ἐσήλαυνεν: ἐδεδίει γὰρ μή τίς οἱ ἐνέδρα πρὸς τῶν πολεμίων ὑπαντιάσῃ. [18] ἔνθα δὴ πολλὰ μὲν τοὺς στρατιώτας ὑπέμνησεν, ἡλίκα σφίσιν εὐτυχήματα γένοιτο, ἐπειδὴ σωφροσύνην ἐς Λίβυας ἐπεδείξαντο, πολλὰ δὲ παρῄνεσε τὴν εὐκοσμίαν ἐν Καρχηδόνι ὡς μάλιστα διασώσασθαι. [19] Λίβυας γὰρ ἅπαντας Ῥωμαίους τὸ ἀνέκαθεν ὄντας γενέσθαι τε ὑπὸ Βανδίλοις οὔτι ἐθελουσίους καὶ πολλὰ πεπονθέναι πρὸς ἀνδρῶν βαρβάρων ἀνόσια. [20] διὸ δὴ καὶ βασιλέα ἐς πόλεμον καταστῆναι Βανδίλοις, εἶναί τε οὐχ ὅσιον ξυμβῆναί τι πρὸς αὐτῶν ἄχαρι ἐς ἀνθρώπους ὧν τὴν ἐλευθερίαν ὑπόθεσιν ποιησάμενοι ἐπὶ Βανδίλους ἐστράτευσαν. [21] τοσαῦτα παραινέσας ἔς τε Καρχηδόνα εἰσῆλθε καί, ἐπεὶ πολέμιον σφίσιν οὐδὲν ἐφαίνετο, ἐς τὸ Παλάτιον ἀναβὰς [p. 176] ἐν τῷ Γελίμερος θρόνῳ ἐκάθισεν. [22] ἐνταῦθα ἐντυχόντες πολλῇ κραυγῇ Βελισαρίῳ ἐμπόρων τ̣̣̔̓ πλῆθος καὶ ἄλλοι Καρχηδόνιοι ὅσοις ἐπιθαλάσσια τὰ οἰκία τετύχηκεν εἶναι, ᾐτιῶντο ἁρπαγὴν σφίσι τῶν ὑπαρχόντων τῇ προλαβούσῃ νυκτ̣̣̔̓ πρὸς τῶν ναυτῶν ξυμβῆναι. [23] δὲ Καλώνυμον ὅρκοις καταλαμβάνει μὴν ἅπαντα ἐς τὸ ἐμφανἓ̣̣̓ ἐνεγκεῖν τὰ φώρια. [24] Καλώνυμος δὲ ὀμόσας τ̣̣̔̓ καὶ τὰ ὀμωμοσμένα ἐν ἀλογίᾳ ποιησάμενος τ̣̣̔̓ μὲν παραυτίκα τὰ χρήματα ἐληίσατο, χρόνῳ δ̣̣̔̓ οὐ πολλῷ ὕστερον τὴν δίκην ἔτισεν ἐς Βυζάντιον [25] νόσῳ γὰρ ἁλοὺς τῇ καλουμένῃ ἀποπληξίᾳ κα τῶν φρενῶν ἔξω γενόμενος τῆς τε γλώσσης ἀπὁ̣̣̓ τραγὼν τῆς αὑτοῦ, εἶτα ἀπέθανεν. ἀλλὰ ταῦτ̣̣̔̓ μὲν χρόνῳ τῷ ὑστέρῳ ἐγένετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: