previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Γερμανὸν δὲ ξύν τε Συμμάχῳ καὶ Δομνίκῳ μεταπεμψάμενος βασιλεὺς Σολόμωνι αὖθις ἅπαντα Λιβύης τὰ πράγματα ἐνεχείρισε, τρισκαιδέκατον ἔτος τὴν αὐτοκράτορα ἔχων ἀρχήν: στράτευμά τε αὐτῷ παρασχόμενος καὶ ἄρχοντας ἄλλους τε καὶ Ῥουφῖνον καὶ Λεόντιον, τοὺς Ζαύνα τοῦ Φαρεσμάνου, καὶ Ἰωάννην τὸν Σισινιόλου υἱόν. [2] Μαρτῖνος γὰρ καὶ Βαλεριανὸς ἤδη πρότερον ἐς Βυζάντιον μετάπεμπτοι ἦλθον. [3] Σολόμων δὲ καταπλεύσας ἐς Καρχηδόνα καὶ τῆς Στότζα στάσεως ἀπαλλαγεὶς μετρίως τε ἐξηγεῖτο καὶ Λιβύην ἀσφαλῶς διεφύλασσε, διακοσμῶν τε τὸν στρατὸν καὶ εἴ τι μὲν ὕποπτον ἐν αὐτῷ εὕρισκεν, ἔς τε Βυζάντιον καὶ παρὰ Βελισάριον πέμπων, νέους δὲ στρατιώτας εἰς τὸν ἐκείνων ἀριθμὸν καταλέγων καὶ Βανδίλων τοὺς ἀπολελειμμένους καὶ οὐχ ἥκιστά γε αὐτῶν γυναῖκας ἁπάσας ὅλης ἐξοικίζων Λιβύης. πόλιν τε ἑκάστην περιέβαλε τείχει καὶ τοὺς νόμους ξὺν ἀκριβείᾳ φυλάξας πολλῇ τὴν πολιτείαν ὡς μάλιστα διεσώσατο. [4] καὶ ἐγένετο Λιβύη ἐπ̓ ἐκείνου χρημάτων τε προσόδῳ δυνατὴ καὶ τὰ ἄλλα εὐδαίμων. [5] Ἐπεὶ δὲ ἅπαντά οἱ ὡς ἄριστα διετέτακτο, ἐπί τε Ἰαύδαν καὶ τοὺς ἐν Αὐρασίῳ Μαυρουσίους αὖθις ἐστράτευε. [6] καὶ πρῶτα μὲν Γόνθαριν, τῶν δορυφόρων τῶν αὐτοῦ ἕνα, ἄνδρα ἀγαθὸν τὰ [p. 378] πολέμια, ξὺν στρατεύματι ἔπεμψεν. [7] ὃς δὴ ἐς Ἀβίγαν ποταμὸν ἀφικόμενος ἐστρατοπεδεύσατο ἀμφὶ Βάγαϊν, πόλιν ἔρημον. [8] ἐνταῦθά τε τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν καὶ μάχῃ ἡσσηθεὶς ἔς τε τὸ χαράκωμα ἀποχωρήσας τῇ Μαυρουσίων προσεδρείᾳ ἐπιέζετο ἤδη. [9] ἔπειτα δὲ καὶ αὐτὸς τῷ παντὶ στρατῷ ἀφικόμενος, ἐπειδὴ σταδίοις ἑξήκοντα: τοῦ στρατοπέδου ἀπεῖχεν οὗ Γόνθαρις ἡγεῖτο, χαράκωμά τε ποιησάμενος αὐτοῦ ἔμενε καὶ τὰ ξυμπεσόντα τοῖς ἀμφὶ Γόνθαριν ἅπαντα ἀκούσας μοῖράν τε αὐτοῖς τοῦ στρατοῦ ἔπεμψε καὶ θαρσοῦντας ἐκέλευε διαμάχεσθαι τοῖς πολεμίοις. [10] οἱ δὲ Μαυρούσιοι καθυπέρτεροι ἐν τῇ ξυμβολῇ, [11] ὥσπερ ἐρρήθη, γενόμενοι ἐποίουν τάδε. Ἀβίγας ποταμὸς ῥεῖ μὲν ἐκ τοῦ Αὐρασίου, κατιὼν δὲ ἐς πεδίον ἀρδεύει τὴν γῆν οὕτως ὅπως ἂν βουλομένοις τοῖς ταύτῃ ἀνθρώποις. [12] περιάγουσι γὰρ τὸ ῥεῦμα τοῦτο οἱ ἐπιχώριοι ὅποι ποτὲ σφίσιν ἐς τὸ παραυτίκα ξυνοίσειν οἴονται, ἐπεὶ ἐν τῷδε τῷ πεδίῳ ἀπώρυγες συχναὶ τυγχάνουσιν οὖσαι, ἐς ἃς δὴ Ἀβίγας σχιζόμενός τε καὶ ἐς πάσας ἰὼν ὑπὸ γῆν φέρεται καὶ αὖθις ὑπὲρ γῆν διαφαίνεται, [13] ξυνάγων τὸ ῥεῦμα. τοῦτό τε ἐπὶ πλεῖστον τοῦ πεδίου ξυμβαῖνον ἐν ἐξουσίᾳ τοῖς ταύτῃ ᾠκημένοις τίθεται εἶναι, ἐπιβύσασι χώματι τοὺς ῥωχμοὺς αὖθις αὐτοὺς ἀποκαλύψασι τοῖς ὕδασι τοῦ ποταμοῦ τοῦδε τι βούλοιντο χρῆσθαι. [14] τότε οὖν ἁπάσας οἱ Μαυρούσιοι τὰς ἐκείνῃ ἀπώρυγας ἀποφράξαντες ἀφιᾶσι τὸ ῥεῦμα ὅλον φέρεσθαι ἀμφὶ τὸ τῶν Ῥωμαίων στρατόπεδον. [15] ἀφ̓ οὗ δὴ τέλμα βαθὺ γεγονὸς καὶ ἀπόρευτον ἐξέπληξέ τε αὐτοὺς ὅτι μάλιστα καὶ ἐς ἀπορίαν κατέστησε. [p. 380] [16] ταῦτα ἀκούσας Σολόμων κατὰ τάχος ᾔει. οἱ δὲ βάρβαροι δείσαντες ἀναχωροῦσιν ἐς τοῦ Αὐρασίου τὸν πρόποδα. καὶ ἐν χώρῳ ὃν Βάβωσιν καλοῦσι, στρατοπεδευσάμενοι ἔμενον. ἄρας τε Σολόμων τῷ παντὶ στρατῷ ἐνταῦθα ἧκε. [17] καὶ τοῖς πολεμίοις ἐς χεῖρας ἐλθὼν κρατήσας τε παρὰ πολὺ αὐτῶν ἐς φυγὴν ἔτρεψε. [18] καὶ ἀπ̓ αὐτοῦ οἱ Μαυρούσιοι μάχην μὲν ἐκ τοῦ ἀντιπάλου πρὸς Ῥωμαίους διενεγκεῖν ἀξύμφορον σφίσιν ᾤοντο εἶναι: οὐ γὰρ αὐτῶν περιέσεσθαι τῇ μάχῃ ἤλπιζον: ἐς δὲ τοῦ Αὐρασίου τὴν δυσχωρίαν ἐλπίδα εἶχον ἀπολέγοντας τῇ ταλαιπωρίᾳ Ῥωμαίους χρόνῳ ὀλίγῳ ἐνθένδε ἐξανίστασθαι ὥσπερ τὸ πρότερον. [19] οἱ μὲν οὖν πολλοὶ ἔς τε Μαυριτανοὺς καὶ ἐς τοὺς πρὸς μεσημβρίαν τοῦ Αὐρασίου βαρβάρους ᾤχοντο, Ἰαύδας δὲ ξὺν Μαυρουσίων δισμυρίοις ἐνταῦθα ἔμενεν. ἐτύγχανε δὲ φρούριον οἰκοδομησάμενος ἐν Αὐρασίῳ, Ζερβούλην ὄνομα. οὗ δὴ ἐσελθὼν σὺν πᾶσι Μαυρουσίοις ἡσύχαζε. [20] Σολόμων δὲ χρόνον μὲν τρίβεσθαι τῇ πολιορκίᾳ ἥκιστα ἤθελε, μαθὼν δὲ τὰ ἀμφὶ πόλιν Ταμουγάδην πεδία σίτου ἀκμάζοντος ἔμπλεα εἶναι ἐς αὐτὰ ἐπῆγε τὸ στράτευμα καὶ ἐγκαθεζόμενος ἐδῄου τὴν γῆν. πυρπολήσας τε ἅπαντα ἐς Ζερβούλην τὸ φρούριον αὖθις ἀνέστρεψεν. [21] Ἐν δὲ τῷ χρόνῳ τούτῳ Ῥωμαῖοι ἐδῄουν τὴν γῆν, Ἰαύδας καταλιπὼν Μαυρουσίων τινάς, οὓς μάλιστα ᾤετο ἐς τοῦ φρουρίου τὴν φυλακὴν ἱκανοὺς ἔσεσθαι, αὐτὸς ἐς τὴν τοῦ Αὐρασίου ὑπερβολὴν ξὺν τῷ ἄλλῳ στρατῷ ἀνέβη, ὅπως μὴ πολιορκουμένους ἐνταῦθα τὰ ἐπιτήδεια σφᾶς [p. 382] ἐπιλίποι. [22] χῶρόν τε εὑρὼν κρημνοῖς τε πάντοθεν ἀνεχόμενον καὶ πρὸς ἀποτόμων πετρῶν καλυπτόμενον, [23] Τοῦμαρ ὄνομα, ἐνταῦθα ἡσύχαζε. Ῥωμαῖοι δὲ Ζερβούλην τὸ φρούριον ἐς τρεῖς ἐπολιόρκουν ἡμέρας. καὶ τόξοις χρώμενοι, ἅτε οὐχ ὑψηλοῦ ὄντος τοῦ τείχους, πολλοὺς τῶν ἐν ταῖς ἐπάλξεσι βαρβάρων ἔβαλλον. [24] τύχῃ δέ τινι ξυνέπεσεν ἅπαντας Μαυρουσίων τοὺς ἡγεμόνας τούτοις δὴ ἐντυχόντας τοῖς βέλεσι θνήσκειν. [25] ἐπεὶ δὲ τε τῶν τριῶν ἡμερῶν χρόνος ἐτρίβη καὶ νὺξ ἐπέλαβε, Ῥωμαῖοι μὲν οὐδὲν τοῦ θανάτου πέρι τῶν ἐν Μαυρουσίοις ἡγεμόνων πυθόμενοι διαλύειν ἐβουλεύοντο τὴν προσεδρείαν. [26] ἄμεινον γὰρ Σολόμων̣̣̔̓ ἐφαίνετο ἐπί τε Ἰαύδαν καὶ Μαυρουσίων τὸ πλῆθος ἰέναι, οἰομένῳ, ἢν ἐκείνους πολιορκίᾳ ἑλεῖν δύνηται, ῥᾷόν τε καὶ ἀπονώτερον τοὺς ἐν Ζερβούλῃ βαρβάρους προσχωρήσειν σφίσιν. [27] οἱ δὲ βάρβαροι οὐκέτι ἀντέχειν τῇ προσεδρείᾳ οἰόμενοι, ἐπεὶ αὐτοῖς ἅπαντες ἤδη οἱ ἡγεμόνες ἀνῄρηντο, φεύγειν τε κατὰ τάχος καὶ τὸ φρούριον ἀπολιπεῖν ἔγνωσαν. [28] αὐτίκα γοῦν ἅπαντες σιγῇ τε καὶ οὐδεμίαν τοῖς πολεμίοις αἴσθησιν παρεχόμενοι ἔφευγον, οἵ τε Ῥωμαῖοι ἐς τὴν ἀναχώρησιν ἅμα ἡμέρᾳ παρεσκευάζοντο. [29] καὶ ἐπειδὴ ἐν τῷ τείχει οὐδείς, καίπερ πολεμίων ἀναχωρούντων, ἐφαίνετο, ἐθαύμαζόν τε καὶ ἐς ἀλλήλους ἐπὶ πλεῖστον διηποροῦντο. [30] ξὺν ταύτῃ τε τῇ ἀμηχανίᾳ τὸ φρούριον περιιόντες ἀνακεκλιμένην τὴν πυλίδα εὑρίσκουσιν ὅθεν δὴ οἱ Μαυρούσιοι ᾤχοντο φεύγοντες. [31] ἔς τε τὸ φρούριον ἐσελθόντες ἐν ἁρπαγῇ [p. 384] ἅπαντα ἐποιήσαντο, διώκειν μέντοι ἤκιστα τοὺς πολεμίους διενοοῦντο, ἄνδρας κούφως τε ἐσταλμένους μένους καὶ τῶν ἐκείνῃ χωρίων ἐμπείρους. [32] καὶ ἐπειδὴ ἅπαντα ἐληίσαντο, φύλακας τοῦ φρουρίου καταστησάμενοι πεζῇ ἅπαντες ἐχώρουν πρόσω.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: