previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν τούτῳ δὲ Βελισάριον ηὐδοκιμηκέναι κατὰ Γελίμερός τε καὶ Βανδίλων τετύχηκε. βασιλεὺς δὲ τὰ ἀμφὶ Ἀμαλασούνθῃ ξυνενεχθέντα μαθὼν εὐθὺς καθίστατο ἐς τὸν πόλεμον, ἔνατον ἔτος τὴν βασιλείαν ἔχων. [2] καὶ Μοῦνδον μὲν τὸν Ἰλλυριῶν στρατηγὸν ἔς τε Δαλματίαν ἰέναι, τὴν Γότθων κατήκοον, καὶ Σαλώνων ἀποπειράσασθαι ἐκέλευεν ῾ἦν δὲ Μοῦνδος γένος μὲν βάρβαρος, διαφερόντως δὲ τοῖς τε βασιλέως πράγμασιν εὔνους καὶ ἀγαθὸς τὰ πολέμιἀ, Βελισάριον δὲ ναυσὶν ἔστελλε, στρατιώτας ἐκ μὲν καταλόγων καὶ φοιδεράτων τετρακισχιλίους, ἐκ δὲ Ἰσαύρων τρισχιλίους μάλιστα ἔχοντα. [3] ἄρχοντες δὲ ἦσαν λόγιμοι μὲν Κωνσταντῖνός τε καὶ Βέσσας, ἐκ τῶν ἐπὶ Θρᾴκης χωρίων, Περάνιος δὲ ἐξ Ἰβηρίας τῆς ἄγχιστα Μήδων, γενόμενος μὲν τῶν ἐκ βασιλέως Ἰβήρων, αὐτόμολος δὲ πρότερον ἐς Ῥωμαίους κατὰ ἔχθος τὸ Περσῶν ἥκων, καταλόγων δὲ ἱππικῶν μὲν Βαλεντῖνός τε καὶ Μάγνος καὶ Ἰννοκέντιος, πεζῶν δὲ Ἡρωδιανός τε καὶ Παῦλος καὶ Δημήτριος καὶ Οὐρσικῖνος, ἀρχηγὸς δὲ Ἰσαύρων Ἔννης. [4] εἵποντο δὲ καὶ Οὖννοι ξύμμαχοι [p. 44] διακόσιοι καὶ Μαυρούσιοι τριακόσιοι. στρατηγὸς δὲ αὐτοκράτωρ ἐφ̓ ἅπασι Βελισάριος ἦν, δορυφόρους τε καὶ ὑπασπιστὰς πολλούς τε καὶ δοκίμους ἔχων. [5] εἵπετο δὲ αὐτῷ καὶ Φώτιος, τῆς γυναικὸς Ἀντωνίνης υἱὸς ἐκ γάμων προτέρων, νέος μὲν ὢν ἔτι καὶ πρῶτον ὑπηνήτης, ξυνετώτατος δὲ καὶ φύσεως ἰσχὺν ὑπὲρ τὴν ἡλικίαν δηλώσας. [6] βασιλεύς τε Βελισαρίῳ ἐπέστελλεν ἐς Καρχηδόνα μὲν τῷ λόγῳ στέλλεσθαι, ἐπειδὰν δὲ ἐς Σικελίαν ἀφίκωνται, ὡς δὴ κατὰ χρείαν τινὰ ἐνταῦθα ἀποβάντας πειρᾶσθαι τῆς νήσου. [7] καὶ ἢν μὲν δυνατὰ ὑποχειρίαν αὐτὴν οὐδενὶ πόνῳ ποιήσασθαι, κατέχειν τε καὶ αὐτῆς μηκέτι μεθίεσθαι: ἢν δέ τι ἐμπόδιον ὑπαντιάσῃ, πλεῖν κατὰ τάχος ἐπὶ Λιβύης, οὐδενὶ αἴσθησιν τῆς βουλήσεως παρεχομένους. [8] Πέμψας δὲ καὶ παρὰ Φράγγων τοὺς ἡγεμόνας ἔγραψε τάδε: ‘ Γότθοι Ἰταλίαν τὴν ἡμετέραν βίᾳ ἑλόντες οὐχ ὅσον αὐτὴν ἀποδιδόναι οὐδαμῆ ἔγνωσαν, ἀλλὰ καὶ προσηδικήκασιν ἡμᾶς οὔτε φορητὰ οὔτε μέτρια. [9] διόπερ ἡμεῖς μὲν στρατεύειν ἐπ̓ αὐτοὺς ἠναγκάσμεθα, ὑμᾶς δὲ εἰκὸς ξυνδιαφέρειν ἡμῖν πόλεμον τόνδε, ὃν ἡμῖν κοινὸν εἶναι ποιεῖ δόξα τε ὀρθή, ἀποσειομένη τὴν Ἀρειανῶν γνώμην, καὶ τὸ ἐς Γότθους ἀμφοτέρων ἔχθος.’ [10] τοσαῦτα μὲν βασιλεὺς ἔγραψε: καὶ χρήμασιν αὐτοὺς δωρησάμενος, πλείονα δώσειν, ἐπειδὰν ἐν τῷ ἔργῳ γένωνται, ὡμολόγησεν. οἱ δὲ αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ξυμμαχήσειν ὑπέσχοντο. [p. 46] [11] Μοῦνδος μὲν οὖν καὶ ξὺν αὐτῷ στρατιὰ ἐς Δαλματίαν ἀφικόμενοι καὶ Γότθοις τοῖς ἐκείνῃ ὑπαντιάσασιν ἐς χεῖρας ἐλθόντες, νικήσαντές τε τῇ ξυμβολῇ, Σάλωνας ἔσχον. [12] Βελισάριος δὲ καταπλεύσας ἐς Σικελίαν Κατάνην ἔλαβεν. ἔνθεν τε ὁρμώμενος Συρακούσας τε ὁμολογίᾳ καὶ πόλεις τὰς ἄλλας παρεστήσατο οὐδενὶ πόνῳ: πλήν γε δὴ ὅτι Γότθοι οἳ ἐν Πανόρμῳ φυλακὴν εἶχον, θαρσοῦντες τῷ περιβόλῳ ῾ἦν γὰρ ἐχυρὸν τὸ χωρίον̓ προσχωρεῖν τε Βελισαρίῳ ἥκιστα ἤθελον καὶ αὐτὸν ἐνθένδε ἀπάγειν τὸν στρατὸν κατὰ τάχος ἐκέλευον. [13] Βελισάριος δὲ λογισάμενος ἀμήχανον εἶναι διὰ τῆς ἠπείρου τὸ χωρίον ἑλεῖν ἐσπλεῖν τὸν στόλον ἐς τὸν λιμένα ἐκέλευεν ἄχρι ἐς τὸ τεῖχος διήκοντα. [14] ἦν γὰρ τοῦ τε περιβόλου ἐκτὸς καὶ παντάπασιν ἀνδρῶν ἔρημος. οὗ δὴ τῶν νηῶν ὁρμισαμένων τοὺς ἱστοὺς ξυνέβαινε τῶν ἐπάλξεων καθυπερτέρους εἶναι. [15] αὐτίκα οὖν τοὺς λέμβους τῶν νηῶν ἅπαντας τοξοτῶν ἐμπλησάμενος ἀπεκρέμασεν ἄκρων ἱστῶν. [16] ὅθεν δὴ κατὰ κορυφὴν βαλλόμενοι οἱ πολέμιοι ἐς δέος τι ἄμαχον ἦλθον καὶ Πάνορμον εὐθὺς ὁμολογίᾳ Βελισαρίῳ παρέδοσαν. [17] βασιλεύς τε ἐκ τοῦδε Σικελίαν ὅλην ἐς φόρου ἀπαγωγὴν κατήκοον εἶχε. τῷ δὲ Βελισαρίῳ τότε κρεῖσσον λόγου εὐτύχημα ξυνηνέχθη γενέσθαι. [18] τῆς γὰρ ὑπατείας λαβὼν τὸ ἀξίωμα ἐπὶ τῷ Βανδίλους νενικηκέναι, ταύτης ἔτι ἐχόμενος, ἐπειδὴ παρεστήσατο Σικελίαν ὅλην, τῇ τῆς ὑπατείας ὑστάτῃ ἡμέρᾳ ἐς τὰς Συρακούσας [p. 48] εἰσήλασε, πρός τε τοῦ στρατοπέδου καὶ Σικελιωτῶν κροτούμενος ἐς τὰ μάλιστα καὶ νόμισμα χρυσοῦ ῥίπτων ἅπασιν. [19] οὐκ ἐξεπίτηδες μέντοι αὐτῷ πεποίηται τοῦτο, ἀλλά τις τῷ ἀνθρώπῳ ξυνέβη τύχη πᾶσαν ἀνασωσαμένῳ τὴν νῆσον Ῥωμαίοις ἐκείνῃ τῇ ἡμέρᾳ ἐς τὰς Συρακούσας ἐσεληλακέναι, τήν τε τῶν ὑπάτων ἀρχήν, οὐχ ᾗπερ εἰώθει ἐν τῷ Βυζαντίου βουλευτηρίῳ, ἀλλ̓ ἐνταῦθα καταθεμένῳ ἐξ ὑπάτων γενέσθαι. Βελισαρίῳ μὲν οὖν οὕτω δὴ εὐημερῆσαι ξυνέτυχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: