previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τότε δὲ καὶ πρέσβεις ἐκ βασιλέως ἀφίκοντο, Δόμνικός τε καὶ Μαξιμῖνος, ἐκ βουλῆς ἄμφω, ἐφ̓ τὴν εἰρήνην κατὰ τάδε ποιήσονται: [2] Οὐίττιγιν μὲν πλούτου τὸ ἥμισυ τοῦ βασιλικοῦ φέρεσθαι, χώρας τε ἄρχειν ἐκτὸς Πάδου ποταμοῦ ἐστι: τῶν δὲ δὴ χρημάτων τὸ ἥμισυ βασιλέως εἶναι, καὶ αὐτὸν ὅσα ἐντὸς Πάδου ποταμοῦ ἐστιν ὑπήκοα ἐς ἀπαγωγὴν φόρου ποιήσασθαι. [3] Βελισαρίῳ τε οἱ πρέσβεις τὰ βασιλέως γράμματα δείξαντες ἐς Ῥάβενναν ἐκομίσθησαν. μαθόντες δὲ Γότθοι καὶ Οὐίττιγις ἐφ̓ ἥκοιεν, ἄσμενοι κατὰ ταῦτα ὡμολόγησαν τὰς σπονδὰς θήσεσθαι. [4] ἅπερ ἀκούσας Βελισάριος ἤσχαλλεν, ἐν ξυμφορᾷ μεγάλῃ ποιούμενος, εἰ μή τις αὐτὸν ἐῴη, παρὸν οὐδενὶ πόνῳ, τό τε κράτος τοῦ πολέμου παντὸς φέρεσθαι καὶ δορυάλωτον Οὐίττιγιν ἐς Βυζάντιον ἀγαγεῖν. [p. 126] [5] ἐπειδή τε οἱ πρέσβεις ἐκ Ῥαβέννης πρὸς αὐτὸν ἵκοντο, γράμμασιν οἰκείοις ἐπιρρῶσαι τὰς ξυνθήκας ἥκιστα ἤθελεν. [6] ὧνπερ οἱ Γότθοι αἰσθόμενοι νῷ τε δολερῷ τὴν εἰρήνην σφίσι Ῥωμαίους προτείνεσθαι ὑπετόπαζον, καὶ ὑποψίᾳ ἐς αὐτοὺς μεγάλῃ ἐχρῶντο, ἄντικρύς τε ἤδη ἔφασκον ἄνευ τῶν Βελισαρίου γραμμάτων τε καὶ ὅρκων οὔποτε ξυνθήκας πρὸς αὐτοὺς θήσεσθαι. [7] Ἀκούσας δὲ βελισάριος λοιδορεῖσθαί οἱ τῶν ἀρχόντων τινάς, ὡς δὴ ἐπιβουλεύων τοῖς βασιλέως πράγμασι τὸν πόλεμον καταλύειν οὐδαμῶς Βούλοιτο, ξυγκαλέσας ἅπαντας, Δομνίκου τε καὶ Μαξιμίνου παρόντων, ἔλεξε τοιάδε: [8]Τὴν μὲν τοῦ πολέμου τύχην ἐν τῷ ἀσφαλεῖ ὡς ἥκιστα ἑστάναι αὐτός τε οἶδα καὶ ὑμῶν ἕκαστον ταὐτά μοι γινώσκειν ὑπὲρ αὐτῆς οἶμαι. [9] πολλούς τε γὰρ ἐπίδοξος, ὅτι δὴ ἐς αὐτοὺς ἀφίξεται, οὖσα τῆς νίκης ἐλπὶς ἔσφηλε, καὶ τοῖς ἠτυχηκέναι δοκοῦσι τῶν ἐχθρῶν ἤδη παρὰ δόξαν περιεῖναι ξυνέβη. [10] διὸ δή φημι χρῆναι τοὺς ὑπὲρ τῆς εἰρήνης βουλευομένους οὐ τὴν ἀγαθὴν ἐλπίδα προβάλλεσθαι μόνον, ἐφ̓ ἑκάτερα δὲ τὴν ἀπόβασιν ἔσεσθαι σφίσιν ἐν νῷ ἔχοντας, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι τῆς γνώμης. [11] τούτων δὲ τοιούτων ὄντων, ὑμᾶς τε τοὺς ξυνάρχοντας καὶ τούσδε τοὺς βασιλέως πρέσβεις ξυνεισάγειν ἔδοξεν ἔμοιγε, ὅπως ἐν τῷ παρόντι κατ̓ ἐξουσίαν ἑλόμενοι τι ἂν βασιλεῖ [p. 128] ξυνοίσειν δοκῇ, μήποτέ τινα ὀπίσω τῶν πραγμάτων κατ̓ ἐμοῦ ποιήσησθε μέμψιν. [12] τῶν γὰρ ἀτοπωτάτων ἂν εἴη σιωπᾶν μὲν ἕως ἔξεστιν ἐξελέσθαι τὰ κρείσσω, σκοπουμένοις δὲ τὴν ἀπὸ τῆς τύχης ἀπόβασιν τὰς αἰτίας ποιεῖσθαι. [13] ὅσα μὲν οὖν ἐς τὴν τοῦ πολέμου διάλυσιν βασιλεῖ τε δέδοκται καὶ Οὐιττίγιδι βουλομένῳ ἐστίν, ἐπίστασθε δή που. [14] εἰ δὲ καὶ ὑμῖν ξύμφορα ταῦτα εἶναι δοκεῖ, λεγέτω παρελθὼν ἕκαστος. εἰ μέντοι πᾶσάν τε Ἰταλίαν οἴεσθε Ῥωμαίοις ἀνασώσασθαι οἷοί τε εἶναι καὶ τῶν πολεμίων τὴν ἐπικράτησιν ποιήσασθαι, οὐδὲν κωλύσει μηδὲν ὑποστειλαμένους εἰπεῖν.’ ταῦτα ἐπεὶ Βελισάριος εἶπεν, [15] ἅπαντες ἄντικρυς ἀπεφήναντο τὰ βασιλέως βουλεύματα βέλτιστα εἶναι, καὶ οὐδὲν αὐτοὺς οἵους τε ἔσεσθαι περαιτέρω τοὺς πολεμίους ἐργάζεσθαι. [16] Βελισάριος δὲ ἡσθεὶς τῶν ἀρχόντων τῇ γνώμῃ γράμμασιν αὐτὴν ἠξίου δηλῶσαι, ὡς μήποτε αὐτὴν ἀρνηθεῖεν. οἱ δὲ καὶ γράψαντες ἐν βιβλιδίῳ ἐδήλουν οὐχ οἷοί τε εἶναι περιέσεσθαι τῷ πολέμῳ τῶν ἐναντίων. [17] Ταῦτα μὲν ἐν τῷ Ῥωμαίων στρατοπέδῳ ἐγίνετο. Γότθοι δὲ τῷ λιμῷ πιεζόμενοι οὐκέτι τε ἀντέχειν τῇ ταλαιπωρίᾳ δυνάμενοι Οὐιττίγιδος μὲν τῇ ἀρχῇ ἤχθοντο ἅτε ὡς μάλιστα δεδυστυχηκότος, βασιλεῖ δὲ προσχωρεῖν ὤκνουν, δεδιότες ἄλλο μὲν οὐδέν, ὅπως δὲ μὴ δοῦλοι βασιλέως γενόμενοι ἔκ τε Ἰταλίας ἀνίστασθαι ἀναγκάζοιντο καὶ ἐς Βυζάντιον ἰόντες ἐνταῦθα ἱδρύσεσθαι. [18] ἐν σφίσιν οὖν αὐτοῖς βουλευσάμενοι, εἴ τι ἐν Γότθοις καθαρὸν [p. 130] ἦν, βασιλέα τῆς ἑσπερίας βελισάριον ἀνειπεῖν ἔγνωσαν. πέμψαντες δὲ παῤ αὐτὸν λάθρα ἐδέοντο ἐς τὴν βασιλείαν καθίστασθαι: ταύτῃ γὰρ αὐτῷ ἄσμενοι ἕψεσθαι ἰσχυρίζοντο. [19] Βελισάριος δὲ καταστῆναι μὲν ἐς τὴν ἀρχὴν οὐχ ἑκόντος βασιλέως ἥκιστα ἤθελε: [20] τῷ τε γὰρ τοῦ τυράννου ὀνόματι ὑπερφυῶς ἤχθετο καὶ ὅρκοις δεινοτάτοις πρὸς βασιλέως καταληφθεὶς πρότερον ἔτυχε, μήποτε αὐτοῦ περιόντος νεωτεριεῖν: ὅπως δὲ τὰ παρόντα ὡς ἄριστα διοικήσηται, ἀσμένως ἔδοξε τοὺς τῶν βαρβάρων λόγους ἐνδέχεσθαι. [21] ὧν δὴ αἰσθόμενος Οὐίττιγις ἔδεισέ τε καὶ Γότθους ὡς βέλτιστα βεβουλεῦσθαι εἰπὼν Βελισαρίῳ καὶ αὐτὸς λάθρα παρῄνει ἐς τὴν βασιλείαν ἰέναι: [22] οὐδένα γάρ οἱ ἐμποδὼν στήσεσθαι. καὶ τότε δὴ Βελισάριος αὖθις τούς τε βασιλέως πρέσβεις καὶ πάντας ξυγκαλέσας τοὺς ἄρχοντας ἠρώτα, εἰ αὐτοῖς λόγου πολλοῦ ἄξιον εἶναι δοκεῖ Γότθους τε ἅπαντας ξὺν Οὐιττίγιδι δορυαλώτους ποιήσασθαι, καὶ χρήματα μὲν πάντα ληΐσασθαι, [23] Ἰταλίαν δὲ Ῥωμαίοις ξύμπασαν ἀνασώσασθαι. οἱ δὲ ὑψηλόν τε καὶ ὑπέρογκον τοῦτο Ῥωμαίοις εὐτύχημα ἔφασκον ἔσεσθαι, καὶ πράσσειν αὐτὸν ὅπη ἂν δύνηταί τι ὡς τάχιστα ἠξίουν. [24] αὐτίκα γοῦν παρά τε Οὐίττιγιν καὶ Γότθων τοὺς δοκίμους Βελισάριος τῶν ἐπιτηδείων τινὰς ἔπεμψε, κελεύων ἐπιτελῆ ποιήσειν ὅσα ὑπέσχοντο. [25] οὐδὲ γὰρ αὐτοὺς ἐς ἄλλον τινὰ χρόνον τὴν πρᾶξιν ἀποτίθεσθαι λιμὸς ξυνεχώρει, ἀλλ̓ ἔτι μᾶλλον ἐγκείμενος ἐς [p. 132] ταύτην ἐνῆγε. [26] διὸ καὶ πρέσβεις ἐς τὸ Ῥωμαίων στρατόπεδον στέλλουσιν αὖθις, ἄλλο μὲν ὅτι δὴ ἐς τὸ πλῆθος ἐροῦντας, ἐν παραβύστῳ δὲ πρὸς Βελισαρίου τὰ πιστὰ ληψομένους, ὡς ἄχαρί τε αὐτῶν ἐργάσεται οὐδένα καὶ βασιλεὺς τὸ λοιπὸν Ἰταλιωτῶν αὐτὸς καὶ Γότθων εἴη, οὕτω τε ξὺν αὐτῷ καὶ τῷ Ῥωμαίων στρατῷ ἐς Ῥάβενναν ἥξοντας. [27] Βελισάριος δὲ τὰ μὲν ἄλλα ὤμοσεν ἅπαντα, καθάπερ οἱ πρέσβεις ἠξίουν, ὑπὲρ δὲ τῆς βασιλείας αὐτῷ Οὐιττίγιδι καὶ Γότθων τοῖς ἄρχουσιν ὀμεῖσθαι ἔφη. [28] καὶ αὐτὸν οἱ πρέσβεις οὐκ ἄν ποτε ἀποσείεσθαι τὴν βασιλείαν οἰόμενοι, ἀλλ̓ ἐφίεσθαι αὐτῆς πάντων μάλιστα, αὐτίκα δὴ μάλα ἐς Ῥάβενναν ξὺν αὐτοῖς ἐκέλευον ἰέναι. [29] καὶ τότε δὴ Βελισάριος Βέσσαν τε καὶ Ἰωάννην καὶ Ναρσῆν καὶ Ἀράτιον ῾τούτους γάρ οἱ ὡς μάλιστα δύσνους εἶναι ὑπώπτευεν̓ ἄλλον ἀλλαχόσε ξὺν τοῖς ἑπομένοις ἐκέλευεν ἰέναι τά τε ἀναγκαῖα σφίσι πορίζεσθαι: αὐτῷ γὰρ οὐκέτι ἔφασκε δυνατὰ εἶναι ἐς τοῦτο δὴ τὸ χωρίον παντὶ τῷ στρατῷ τὰ ἐπιτήδεια ἐσκομίζεσθαι. [30] καὶ οἱ μὲν κατὰ ταῦτα ἐποίουν, ξὺν Ἀθανασίῳ τῷ τῶν πραιτωρίων ὑπάρχῳ, ἄρτι ἥκοντι ἐκ Βυζαντίου, αὐτὸς δὲ τῷ ἄλλῳ στρατεύματι σὺν Γότθων τοῖς πρέσβεσιν ἐς Ῥάβενναν ᾔει. [31] καὶ νηῶν στόλον ἐμπλησάμενος σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων ἐκέλευε κατὰ τάχος ἐς Κλάσσες τὸν λιμένα ἐσπλεῖν: οὕτω γὰρ Ῥωμαῖοι τὸ Ῥαβέννης προάστειον καλοῦσιν οὗ λιμήν ἐστιν. [32] Ἐμοὶ δὲ τότε διασκοπουμένῳ τὴν ἐς Ῥάβενναν εἴσοδον τοῦ Ῥωμαίων στρατοῦ ἔννοιά τις ἐγένετο, [p. 134] ἀνθρώπων μὲν ξυνέσει τῇ ἄλλῃ ἀρετῇ ὡς ἥκιστα περαίνεσθαι τὰ πρασσόμενα, εἶναι δέ τι δαιμόνιον, ὅπερ αὐτῶν ἀεὶ στρέφον τὰς διανοίας ἐνταῦθα ἄγει οὗ δὴ κωλύμη τις τοῖς περαινομένοις οὐδεμία ἔσται. [33] τοὺς γὰρ ἐναντίους οἱ Γότθοι πλήθει καὶ δυνάμει παρὰ πολὺ ὑπεραίροντες καὶ οὔτε μάχῃ διακριθέντες, ἐπεὶ ἐν Ῥαβέννῃ ἐγένοντο, οὔτε ἄλλῳ ὁτῳοῦν δεδουλωμένοι τὸ φρόνημα, δορυάλωτοί τε πρὸς τῶν ἐλασσόνων ἐγίνοντο καὶ τὸ τῆς δουλείας ὄνομα ἐν ὕβρει οὐδεμιᾷ ἦγον. [34] αἱ δὲ γυναῖκες ῾ἐτύγχανον γὰρ πρὸς τῶν ἀνδρῶν ἀκηκουῖαι μεγάλους τε τὰ σώματα καὶ ἀριθμοῦ κρείσσους τοὺς πολεμίους εἶναἰ ἐπειδὴ ἅπαντας ἐπὶ τῆς πύλης καθήμεναι εἶδον, ἔς τε τὰ πρόσωπα τῶν ἀνδρῶν πᾶσαι ἀπέπτυον, καὶ ταῖς χερσὶν ἐνδεικνύμεναι τοὺς νενικηκότας τὴν ἀνανδρίαν ὠνείδιζον. [35] Βελισάριος δὲ Οὐίττιγιν μὲν οὐ ξὺν ἀτιμίᾳ ἐν φυλακῇ εἶχε, τῶν δὲ βαρβάρων ὅσοι ἐντὸς Πάδου ποταμοῦ ᾤκηντο, ἐς ἀγροὺς τοὺς σφετέρους ἰόντας, [36] ἐκέλευεν αὐτῶν κατ̓ ἐξουσίαν ἐπιμελεῖσθαι. πολέμιον γάρ οἱ οὐδὲν ἐνταῦθα ὑπώπτευεν ἔσεσθαι, οὐδὲ Γότθους ποτὲ ταύτῃ ξυστήσεσθαι, ἐπεὶ πολλοὺς πρότερον τοῦ Ῥωμαίων στρατοῦ ἐς τὰ ἐκείνῃ χωρία καταστησάμενος ἔτυχεν. οἱ δὲ κατὰ τάχος ἄσμενοι ᾔεσαν. [37] οὕτω τε Ῥωμαῖοι ἐν τῷ ἀσφαλεῖ ἤδη ἐγίνοντο: οὐ γὰρ ἔτι Γότθων ἔν γε [p. 136] Ῥαβέννῃ πλήθει ἡσσῶντο. μετὰ δὲ τὰ ἐν Παλατίῳ χρήματα ἔλαβεν, ἅπερ διακομίζειν βασιλεῖ ἔμελλε. [38] Γότθων γὰρ οὐδένα οὔτε αὐτὸς ἐληΐσατο οὔτε ἄλλῳ τῳ ληΐσασθαι ξυνεχώρησεν, ἀλλ̓ αὐτῶν ἕκαστος τὴν οὐσίαν κατὰ τὰ ξυγκείμενα διεσώσατο. [39] ἐπεὶ δὲ τῶν βαρβάρων ὅσοι ἐς τῶν χωρίων τὰ ἐχυρώτατα φυλακὴν εἶχον Ῥάβεννάν τε καὶ Οὐίττιγιν πρὸς Ῥωμαίων ἔχεσθαι ἤκουσαν, πρέσβεις παρὰ Βελισάριον ἔπεμπον, σφᾶς τε αὐτοὺς ὁμολογίᾳ παραδιδόναι καὶ ἅπερ ἐφύλασσον ἀξιοῦντες. [40] καὶ ὅς, ἅπασι τὰ πιστὰ προθυμότατα παρασχόμενος, Ταρβήσιόν τε καὶ εἴ τι ἄλλο ἐν Βενετίοις ὀχύρωμα ἦν παρεστήσατο. Καισῆνα γὰρ ἐν Αἰμιλίᾳ μόνη ἐλέλειπτο, ἣν δὴ πρότερον ξὺν Ῥαβέννῃ παραστησάμενος ἔτυχε. [41] καὶ Γότθοι μὲν ἅπαντες ὅσοι τούτων δὴ τῶν χωρίων ἦρχον, ἐπειδὴ τάχιστα τὰ πιστὰ ἔλαβον, παρὰ Βελισάριον ἥκοντες αὐτοῦ ἔμενον: Ἰλδίβαδος δέ, ἀνὴρ δόκιμος, ὅσπερ φρουρᾶς τῆς ἐν Βερώνῃ ἦρχε, πρέσβεις μὲν ἐς Βελισάριον ἐφ̓ οἷσπερ οἱ ἄλλοι καὶ αὐτὸς ἔπεμψεν, ἐπεὶ καὶ τοὺς παῖδας τοὺς αὐτοῦ ἐν Ῥαβέννῃ εὑρὼν Βελισάριος ἔσχεν, οὐ μὴν οὔτε ἐς Ῥάβενναν ἦλθεν οὔτε Βελισαρίῳ ὑποχείριος γέγονε. τύχη γάρ τις αὐτῷ ξυνέβη ἣν δὴ ἐγὼ αὐτίκα δηλώσω. [p. 138]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: