previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐν δὲ οἱ πρέσβεις οὗτοι ἐς Βυζάντιον καὶ αὖθις ἐς Ἰταλίαν ἐστέλλοντο, ἐν τούτῳ ἐν Λευκανοῖς τάδε ξυνηνέχθη γενέσθαι. [2] Τουλλιανὸς τοὺς ἐκείνῃ ἀγροίκους ἀγείρας τὴν εἴσοδον στενοτάτην οὖσαν ἐφύλασσεν, ὅπως μὴ οἱ πολέμιοι κακουργήσοντες ἴοιεν ἐς τὰ ἐπὶ Λευκανίας χωρία. [3] καὶ Ἄνται δὲ αὐτοῖς τριακόσιοι ξυνεφύλασσον, οὕσπερ Ἰωάννης ἐνταῦθα δεηθέντι Τουλλιανῷ ἀπολιπὼν πρότερον ἔτυχεν: ἀγαθοὶ γὰρ οἱ βάρβαροι οὗτοι μάχεσθαι ἐν δυσχωρίαις πάντων [p. 344] μάλιστα. [4] ἅπερ ἐπεὶ Τουτίλας ἔμαθε, Γότθους μὲν ἐς τὸ ἔργον καθεῖναι ἀξύμφορον ᾤετο εἶναι, ἀγροίκων δὲ πλῆθος ἀγείρας, Γότθων τε ξυμπέμψας αὐτοῖς ὀλίγους τινάς, ἐκέλευε τῆς εἰσόδου σθένει παντὶ ἀποπειρᾶσθαι. [5] οἵπερ ἐπειδὴ ἀλλήλοις ξυνέμιξαν, ὠθισμὸς μὲν ἀμφοτέρων πολὺς ἐγεγόνει, Ἄνται δὲ τῇ σφετέρᾳ ἀρετῇ, ἅμα δὲ καὶ τῆς δυσχωρίας σφίσι ξυλλαμβανούσης, ξὺν τοῖς ἀμφὶ Τουλλιανὸν ἀγροίκοις τοὺς ἐναντίους ἐτρέψαντο. [6] φόνος τε αὐτῶν ἐγεγόνει πολύς. Γνοὺς δὲ ταῦτα Τουτίλας ἔγνω Ῥώμην μὲν καθελεῖν ἐς ἔδαφος, τοῦ δὲ στρατοῦ τὸ μὲν πλεῖστον ἐνταῦθά πη ἀπολιπεῖν, τῷ δὲ ἄλλῳ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ἰέναι. [7] τοῦ μὲν οὖν περιβόλου ἐν χώροις πολλοῖς τοσοῦτον καθεῖλεν ὅσον ἐς τριτημόριον τοῦ παντὸς μάλιστα. ἐμπιπρᾶν δὲ καὶ τῶν οἰκοδομιῶν τὰ κάλλιστά τε καὶ ἀξιολογώτατα ἔμελλε, Ῥώμην τε μηλόβοτον καταστήσεσθαι, ἀλλὰ Βελισάριος μαθὼν πρέσβεις τε καὶ γράμματα παῤ αὐτὸν ἔπεμψεν. [8] οἵπερ ἐπειδὴ Τουτίλᾳ ἐς ὄψιν ἦλθον, εἶπόν τε ὧν ἕνεκα ἥκοιεν καὶ τὰ γράμματα ἐνεχείρισαν. ἐδήλου δὲ γραφὴ τάδε: ‘Πόλεως μὲν κάλλη οὐκ ὄντα ἐργάζεσθαι ἀνθρώπων ἂν φρονίμων εὑρήματα εἶεν καὶ πολιτικῶς βιοτεύειν ἐπισταμένων, ὄντα δὲ ἀφανίζειν τούς γε ἀξυνέτους εἰκὸς καὶ γνώρισμα τοῦτο τῆς αὑτῶν φύσεως οὐκ αἰσχυνομένους χρόνῳ τῷ ὑστέρῳ ἀπολιπεῖν. [9] Ῥώμη μέντοι [p. 346] πόλεων ἁπασῶν, ὅσαι ὑφ̓ ἡλίῳ τυγχάνουσιν οὖσαι, μεγίστη τε καὶ ἀξιολογωτάτη ὡμολόγηται εἶναι. [10] οὐ γὰρ ἀνδρὸς ἑνὸς ἀρετῇ εἴργασται οὐδὲ χρόνου βραχέος δυνάμει ἐς τόσον μεγέθους τε καὶ κάλλους ἀφῖκται, ἀλλὰ βασιλέων μὲν πλῆθος, ἀνδρῶν δὲ ἀρίστων συμμορίαι πολλαί, χρόνου τε μῆκος καὶ πλούτου ἐξουσίας ὑπερβολὴ τά τε ἄλλα πάντα ἐκ πάσης τῆς γῆς καὶ τεχνίτας ἀνθρώπους ἐνταῦθα ξυναγαγεῖν ἴσχυσαν. [11] οὕτω τε τὴν πόλιν τοιαύτην, οἵανπερ ὁρᾷς, κατὰ βραχὺ τεκτηνάμενοι, μνημεῖα τῆς πάντων ἀρετῆς τοῖς ἐπιγενησομένοις ἀπέλιπον, ὥστε ἐς ταῦτα ἐπήρεια εἰκότως ἂν ἀδίκημα μέγα ἐς τοὺς ἀνθρώπους τοῦ παντὸς αἰῶνος δόξειεν εἶναι: [12] ἀφαιρεῖται γὰρ τοὺς μὲν προγεγενημένους τὴν τῆς ἀρετῆς μνήμην, τοὺς δὲ ὕστερον ἐπιγενησομένους τῶν ἔργων τὴν θέαν. [13] τούτων δὲ τοιούτων ὄντων ἐκεῖνο εὖ ἴσθι, ὡς δυοῖν ἀνάγκη τὸ ἕτερον εἶναι. γὰρ ἡσσηθήσῃ βασιλέως ἐν τῷδε τῷ πόνῳ, περιέσῃ, ἂν οὕτω τύχοι. [14] ἢν μὲν οὖν νικῴης, Ῥώμην τε καθελών, οὐ τὴν ἑτέρου του, ἀλλὰ τὴν σαυτοῦ ἀπολωλεκὼς ἄν, βέλτιστε, εἴης, καὶ διαφυλάξας, κτήματι, ὡς τὸ εἰκός, τῶν πάντων καλλίστῳ πλουτήσεις: ἢν δέ γε τὴν χείρω σοι τύχην πληροῦσθαι ξυμβαίη, σώσαντι μὲν Ῥώμην χάρις ἂν σώζοιτο παρὰ τῷ νενικηκότι πολλή, διαφθείραντι δὲ φιλανθρωπίας τε οὐδεὶς ἔτι λελείψεται λόγος καὶ προσέσται τὸ μηδὲν τοῦ [p. 348] ἔργου ἀπόνασθαι. [15] καταλήψεται δέ σε καὶ δόξα τῆς πράξεως ἀξία πρὸς πάντων ἀνθρώπων, ἥπερ ἐφ̓ ἑκάτερά σοι τῆς γνώμης ἑτοίμως ἕστηκεν, [16] ὁποῖα γὰρ ἂν τῶν ἀρχόντων τὰ ἔργα εἴη, τοιοῦτον ἀνάγκη καὶ ὑπὲρ αὐτῶν ὄνομα φέρεσθαι.’ τοσαῦτα μὲν Βελισάριος ἔγραψε. [17] Τουτίλας δὲ πολλάκις ἀναλεξάμενος τὴν ἐπιστολὴν καὶ τῆς παραινέσεως ἐς τὸ ἀκριβὲς πεποιημένος τὴν μάθησιν, ἐπείσθη τε καὶ Ῥώμην εἰργάσατο ἄχαρι περαιτέρω οὐδέν. σημήνας τε Βελισαρίῳ τὴν αὑτοῦ γνώμην τοὺς πρέσβεις εὐθὺς ἀπεπέμψατο. [18] καὶ τοῦ μὲν στρατοῦ τὸ πλεῖστον μέρος Ῥώμης οὐ πολλῷ ἄποθεν, ἀλλ̓ ὅσον ἀπὸ σταδίων εἴκοσι καὶ ἑκατὸν ἐς τὰ πρὸς δύοντα ἥλιον ἐνστρατοπεδευσαμένους ἐν χωρίῳ Ἀλγηδόνι ἐκέλευεν ἡσυχῆ μένειν, ὅπως δὴ μηδεμία ἐξουσία τοῖς ἀμφὶ Βελισάριον εἴη ἔξω πη τοῦ Πόρτου ἰέναι: αὐτὸς δὲ ξὺν τῷ ἄλλῳ στρατῷ ἐπί τε Ἰωάννην καὶ Λευκανοὺς ᾔει. [19] Ῥωμαίων μέντοι τοὺς μὲν ἐκ τῆς συγκλήτου βουλῆς ξὺν αὑτῷ εἶχε, τοὺς δὲ ἄλλους ἅπαντας ξύν τε γυναιξὶ καὶ παισὶν ἔστειλεν ἐς τὰ ἐπὶ Καμπανίας χωρία, ἐν Ῥώμῃ ἄνθρωπον οὐδένα ἐάσας, ἀλλ̓ ἔρημον αὐτὴν τὸ παράπαν ἀπολιπών. [20] Ἰωάννης δὲ Τουτίλαν οἱ ἐπιέναι μαθών, μένειν ἐπὶ τῆς Ἀπουλίας οὐκέτι ἠξίου, ἀλλ̓ ἐς τὸν Δρυοῦντα δρόμῳ ἀφίκετο. τῶν τε πατρικίων οἱ ἐς Καμπανίαν ἀγόμενοι ἐς Λευκανοὺς πέμψαντες τῶν οἰκείων τινάς, Τουτίλα γνώμῃ, τοὺς σφετέρους ἀγροίκους ἐκέλευον μεθίεσθαι μὲν τῶν πρασσομένων, [p. 350] τοὺς δὲ ἀγροὺς γεωργεῖν ᾗπερ εἰώθεσαν: ἔσεσθαι γὰρ αὐτοῖς τἀγαθὰ ἀπήγγελλον τῶν κεκτημένων. [21] οἱ δὲ ἀπετάξαντο μὲν τοῦ Ῥωμαίων στρατοῦ, ἐν δὲ τοῖς ἀγροῖς ἡσυχῆ ἔμενον: Τουλλιανὸς δὲ φυγὼν ᾤχετο, καὶ οἱ τριακόσιοι Ἄνται παρὰ τὸν Ἰωάννην ἀναχωρεῖν ἔγνωσαν. [22] οὕτω μὲν ἅπαντα τὰ ἐντὸς κόλπου τοῦ Ἰονίου, πλὴν τοῦ Δρυοῦντος, αὖθις ὑποχείρια Γότθοις τε καὶ Τουτίλᾳ γέγονε. θαρσοῦντες δὲ ἤδη οἱ βάρβαροι καὶ κατὰ συμμορίας σκεδαννύμενοι περιῄεσαν κύκλῳ ἅπαντα. [23] ὅπερ Ἰωάννης μαθὼν τῶν οἱ ἑπομένων πολλοὺς ἐπ̓ αὐτοὺς ἔπεμψεν. οἳ δὴ τοῖς πολεμίοις ἀπροσδόκητοι ἐπιπεσόντες πολλοὺς ἔκτειναν. [24] καὶ ἀπ̓ αὐτοῦ δείσας Τουτίλας, ἅπαντάς τε τοὺς ξὺν αὑτῷ ἀγείρας, ἀμφὶ ὄρος τὸ Γάργανον, ὅπερ ἐν Ἀπουλίοις που μέσοις ἀνέχει, ἐν τῷ Ἀννίβαλος τοῦ Λίβυος χαρακώματι στρατοπεδευσάμενος ἡσυχῆ ἔμενεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: