previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βελισάριος μὲν τὴν ἐπὶ τὸ Βυζάντιον οὐδενὶ κόσμῳ ᾔει, γῆς μὲν τῆς Ἰταλῶν πενταετὲς οὐδαμῆ ἀποβάς, οὐδέ πη ὁδῷ ἰέναι ἐνταῦθα ἰσχύσας, ἀλλὰ φυγῇ κεκρυμμένῃ ἐχόμενος πάντα τοῦτον τὸν χρόνον. ἔκ τε ὀχυρώματος ἀεὶ ἐπιθαλασσίου τινὸς ἐς ἄλλο ἐπὶ τῆς παραλίας ὀχύρωμα διηνεκὲς [2] ναυτιλλόμενος καὶ ἀπ̓ αὐτοῦ ἀδεέστερον τοὺς πολεμίους τετύχηκε Ῥώμην τε ἀνδραποδίσαι καὶ τἄλλα ὡς εἰπεῖν ἅπαντα. τότε δὲ καὶ Περυσίαν πόλιν. πρώτη ἐν Τούσκοις οὖσα ἐτύγχανε. πικρότατα πολιορκουμένην ἀπέλιπεν, ἥπερ αὐτοῦ ἔτι ὁδῷ ἰόντος κατ̓ ἄκρας ἑάλω. [3] ἐς Βυζάντιον δὲ ἀφικόμενος διατριβὴν τὸ λοιπὸν ἐνταῦθα εἶχε, πλούτου μὲν ἐξουσίαν περιβεβλημένος πολλήν. εὐτυχήμασι δὲ τοῖς ἔμπροσθεν αὐτῷ ξυμβεβηκόσιν ἀπόβλεπτος ὤν, ἅπερ οἱ πρότερον ἐς Λιβύην ἐστράτευσε ξυμβόλῳ προὔλεγέ τινι οὐκ ἀφανεῖ τὸ δαιμόνιον. [4] Ὁδὲ ξύμβολος ἐγένετο ὧδε. ἦν τις Βελισαρίῳ κλῆρος ἐν Βυζαντίων τῷ προαστείῳ δὴ Παντείχιον μὲν ὀνομάζεται, κεῖται δὲ ἐν τῇ ἀντιπέρας ἠπείρῳ. ἐνταῦθα ὀλίγῳ ἔμπροσθεν ἔμελλε Βελισάριος ἐπί τε Γελίμερα καὶ Λιβύην ἐξηγήσασθαι τῷ Ῥωμαίων στρατῷ, ἐνδελεχέστατα πλήθειν οἱ τὰς ἀμπέλους ξυνέβη. [5] οἴνου τε ὃς [p. 460] ἐνθένδε γεγονὼς ἔτυχε πίθων οἱ θεράποντες ἐμπλησάμενοι μέγα τι χρῆμα, καὶ αὐτῶν τὰ μὲν ἔνερθεν κατορύξαντες, τὰ δὲ ὕπερθεν πηλῷ ἐς τὸ ἀκριβὲς ἐπιβύσαντες, ἐν τῷ οἰνῶνι κατέθεντο. [6] μησὶ δὲ ὀκτὼ ὕστερον ἐν πίθοις τισὶν ἀναβράσσων οἶνος διεσπάσατο μὲν τὸν πηλὸν ᾧπερ ἐπέφρακτο αὐτῶν ἕκαστος, ὑπερβλύσας δὲ καὶ ῥεύσας πολὺς ἐς τοσόνδε γῆν τὴν ἐχομένην ἐπέκλυσεν ὥστε καὶ τέλμα ἐν τούτῳ τῷ ἐδάφει ἐργάσασθαι μέγα. [7] ὅπερ ἐπεὶ οἱ θεράποντες εἶδον, ἐν θάμβει μεγάλῳ γενόμενοι πολλοὺς μὲν ἐνθένδε ἀμφορέας ἐμπλήσασθαι ἔσχον, αὖθις δὲ τούτους δὴ τοὺς πίθους τῷ πηλῷ ἀποφράξαντες τὰ παρόντα ἐν σιωπῇ εἶχον. [8] ἐπεὶ δὲ τοῦτο πολλάκις ὑπὸ τὸν αὐτὸν χρόνον γεγονὸς εἶδον, αὐτοὶ μὲν ἐπὶ τὸν κεκτημένον τὸ πρᾶγμα ἦγον, δὲ τῶν ἐπιτηδείων πολλοὺς ἐνταῦθα ἀγείρας ἐπέδειξε τὰ ποιούμενα: οἵπερ τῷ ξυμβόλῳ τεκμηριούμενοι ἐς ταύτην δὴ τὴν οἰκίαν μεγάλα προὔλεγον ἀγαθὰ ἔσεσθαι. [9] Ταῦτα μὲν οὖν τῇδε Βελισαρίῳ ἐχώρησε. Βιγίλιος δέ, τῆς Ῥώμης ἀρχιερεύς, ξὺν Ἰταλοῖς τοῖς ἐνταῦθα τηνικάδε παροῦσι, πολλοῖς τε καὶ λογιμωτάτοις ἐσάγαν οὖσιν, οὐκέτι ἀνίει, ἀλλ̓ ἔχρῃζε βασιλέως Ἰταλίας μεταποιεῖσθαι δυνάμει τῇ πάσῃ. [10] μάλιστα δὲ πάντων αὐτὸν Γόθιγος ἐνῆγε, πατρίκιος ἀνήρ, ἐς τῶν ὑπάτων τὸν δίφρον ἀναβεβηκὼς πολλῷ πρότερον: ἐπεὶ καὶ αὐτὸς τούτων δὴ ἕνεκεν ἐς Βυζάντιον ἀφικόμενος ἔτυχεν ἔναγχος. [11] βασιλεὺς δὲ Ἰταλίας μὲν ἐπηγγέλλετο [p. 462] προνοήσειν αὐτὸς, ἀμφι δὲ τὰ Χριστιανῶν δόγματα ἐκ τοῦ ἐπὶ πλεῖστον διατριβὴν εἶχεν, εὖ διαθέσθαι τὰ ἐν σφίσιν ἀντιλεγόμενα σπουδάζων τε καὶ διατεινόμενος μάλιστα. [12] Ταῦτα μὲν ἐν Βυζαντίῳ ἐπράσσετο. ἐτύγχανε δὲ Λαγγοβάρδης ἀνὴρ ἐς Γήπαιδας φεύγων ἐξ αἰτίας τοιᾶσδε. [13] ἡνίκα Λαγγοβαρδῶν Οὐάκης ἦρχεν, ἦν τίς οἱ ἀνεψιὸς Ῥισιοῦλφος ὄνομα. ὃν δὴ νόμος, ἐπειδὰν Οὐάκης τελευτήσειεν, ἐπὶ τὴν ἡγεμονίαν ἐκάλει. [14] προνοήσας οὖν Οὐάκης ὅπως εἰς τὸν παῖδα τὸν αὑτοῦ ἀρχὴ ἄγοιτο, ἔγκλημα Ῥισιούλφῳ ἐπενεγκὼν αἰτίαν οὐκ ἔχον φυγῇ τὸν ἄνθρωπον ἐζημίωσεν. [15] ὃς δὴ ἐξ ἠθῶν ἀναστὰς τῶν πατρίων ξὺν ὀλίγοις τισὶν ἐς τοὺς Οὐάρνους αὐτίκα φεύγει, παίδων οἱ ἀπολελειμμένων ἐνταῦθα δυοῖν. [16] χρήμασι δὲ Οὐάκης τοὺς βαρβάρους τούτους ἀνέπεισε τὸν Ῥισιοῦλφον κτεῖναι. τῶν δὲ Ῥισιούλφου παίδων μὲν εἷς ἐτελεύτησε νόσῳ, δὲ δὴ ἕτερος, Ἰλδίγης ὄνομα, ἐς Σκλαβηνοὺς φεύγει. [17] Οὐ πολλῷ μὲν οὖν ὕστερον μὲν Οὐάκης νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐς δὲ Οὐάλδαρον, τὸν Οὐάκου υἱόν, Λαγγοβαρδῶν ἦλθεν ἀρχή. δὴ παιδὶ κομιδῆ ὄντι ἐπίτροπος καταστὰς Αὐδουὶν τὴν ἀρχὴν διῳκεῖτο. [18] δυνάμει τε πολλῇ ἀπ̓ αὐτοῦ χρώμενος αὐτὸς τὴν ἀρχὴν οὐκ ἐς μακρὰν ἔσχε, τοῦ παιδὸς τούτου νόσῳ αὐτίκα ἐξ ἀνθρώπων ἀφανισθέντος. [19] ἡνίκα τοίνυν Γήπαισί τε καὶ Λαγγοβάρδαις πόλεμος κατέστη, ὥσπερ μοι εἴρηται, Ἰλδίγης εὐθὺς Λαγγοβαρδῶν τε τούς οἱ ἐπισπομένους καὶ Σκλαβηνῶν πολλοὺς ἐπαγαγόμενος [p. 464] ἐς Γήπαιδας ἦλθε, καὶ αὐτὸν Γήπαιδες κατάξειν ἐπὶ τὴν ἀρχὴν ἐλπίδα εἶχον. [20] γενομένων δὲ τῶν ἐν τῷ παρόντι πρὸς Λαγγοβάρδας σπονδῶν ἕνεκα μὲν Αυδουὶν τὸν Ἰλδίγην εὐθὺς ἅτε πρὸς φίλων ἐξῃτεῖτο Γηπαίδων, οἱ δὲ τὸν μὲν ἄνθρωπον ἐκδοῦναι οὐδαμῆ ἔγνωσαν, ἐκέλευον δὲ αὐτὸν ἐνθένδε ἀπαλλαγέντα ὅπῃ βούλοιτο διασώσασθαι. [21] καὶ ὃς μελλήσει οὐδεμιᾷ ξὺν τοῖς ἑπομένοις καὶ Γηπαίδων τισὶν ἐθελουσίοις ἐς Σκλαβηνοὺς αὖθις ἀφίκετο. [22] ἔνθεν τε ἀναστὰς παρὰ Τουτίλαν τε καὶ Γότθους ᾔει, στράτευμα οὐχ ἧσσον ἐς ἑξακισχιλίους ξὺν αὑτῷ ἔχων, ἔς τε Βενετίας ἀφικόμενος Ῥωμαίοις τισὶν ὑπαντήσας, ὧν Λάζαρος ἡγεῖτο, ἐς χεῖρας ἦλθε, τρεψάμενός τε αὐτοὺς πολλοὺς ἔκτεινεν. οὐ μέντοι Γότθοις ξυνέμιξεν, ἀλλ̓ Ἴστρον ποταμὸν διαβὰς αὖθις ἐς Σκλαβηνοὺς ἀπεχώρησεν. [23] Ἐν δὲ ταῦτα ἐπράσσετο τῇδε ᾗπέρ μοι εἴρηται, ἐν τούτῳ τῶν τις Βελισαρίου δορυφόρων, Ἰνδοὺλφ ὄνομα, βάρβαρος γένος, θυμοειδής τε καὶ δραστήριος, ὃς δὴ ἐν Ἰταλίᾳ λειφθεὶς ἔτυχε, Τουτίλᾳ τε καὶ Γότθοις προσεχώρησεν οὐδενὶ λόγῳ. [24] καὶ αὐτὸν Τουτίλας εὐθὺς ξὺν στρατῷ πολλῷ καὶ ναυσὶν ἔπεμψεν ἐς τὰ ἐπὶ Δαλματίας χωρία. [25] ὃς δὴ ἐν χωρίῳ Μουικούρῳ καλουμένῳ γενόμενος, ὅπερ ἐπιθαλάσσιον ἄγχιστά πη Σαλώνων ἐστί, τὰ μὲν πρῶτα ξυνέμισγε τοῖς ταύτῃ ἀνθρώποις ἅτε Ῥωμαῖός τε ὢν καὶ Βελισαρίῳ προσήκων, ἔπειτα δὲ αὐτός τε τὸ ξίφος ἀράμενος καὶ τοῖς ἐπισπομένοις ἐγκελευσάμενος ἐξαπιναίως ἅπαντας ἔκτεινε. [26] ληϊσάμενός τε τὰ χρήματα [p. 466] πάντα ἐνθένδε ἀπιὼν ᾤχετο, ἐπέσκηψε δὲ ἄλλῳ ἐν τῇ παραλίᾳ κειμένῳ φρουρίῳ, ὅπερ Λαυρεάτην καλοῦσι Ῥωμαῖοι. [27] οὗ δὴ ἐπιβὰς τοὺς παραπεπτωκότας ἀνῄρει. Ἅπερ ἐπεὶ Κλαυδιανὸς ἔγνω, ὅσπερ τότε Σαλώνων ἦρχε, στράτευμα ἐπὶ τῶν καλουμένων δρομώνων ἐπ̓ αὐτὸν ἔπεμψεν. [28] οἳ δὴ ἐπεὶ ἐν Λαυρεάτῃ ἐγένοντο, τοῖς πολεμίοις ἐς χεῖρας ἦλθον. παρὰ πολύ τε ἡσσηθέντες τῇ μάχῃ ἔφυγον ὅπη ἑκάστῳ δυνατὰ γέγονε, τοὺς δρόμωνας ἐν τῷ λιμένι ἀπολιπόντες. οὗ δὴ καὶ τὰ ἄλλα πλοῖα ἔμπλεα σίτου τε καὶ τῶν ἄλλων ἐπιτηδείων ὄντα ἐτύγχανεν. [29] ἅπερ ἅπαντα Ἰνδούλφ τε καὶ Γότθοι ἑλόντες κτείναντές τε τοὺς ἐν ποσὶν ἅπαντας καὶ τὰ χρήματα ληϊσάμενοι παρὰ Τουτίλαν ἦλθον. [30] καὶ χειμὼν ἔληγε, καὶ τέταρτον καὶ δέκατον ἔτος ἐτελεύτα τῷ πολέμῳ τῷδε, ὃν Προκόπιος ξυνέγραψε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: