Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
chapter:
chapter 1chapter 2chapter 3chapter 4chapter 5chapter 6chapter 7chapter 8chapter 9chapter 10chapter 11chapter 12chapter 13chapter 14chapter 15chapter 16chapter 17chapter 18chapter 19chapter 20chapter 21chapter 22chapter 23chapter 24chapter 25chapter 26chapter 27chapter 28chapter 29chapter 30chapter 31chapter 32chapter 33chapter 34chapter 35
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:









Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Τοσαῦτα μὲν οὖν καὶ ὁ Τουτίλας εἶπε. τὰ δὲ στρατεύματα ἐς μάχην ξυνῄει καὶ ἐτάξαντο ὧδε. μετωπηδὸν μὲν ἀμφοτέρωθεν ἅπαντες ἔστησαν, ὡς βαθύτατόν τε καὶ περίμηκες τῆς φάλαγγος τὸ μέτωπον ποιησόμενοι. [2] τῶν δὲ Ῥωμαίων κέρας μὲν τὸ ἀριστερὸν Ναρσῆς τε καὶ Ἰωάννης ἀμφὶ τὸ γεώλοφον εἶχον καὶ ξὺν αὐτοῖς εἴ τι ἄριστον ἐν τῷ Ῥωμαίων στρατῷ ἐτύγχανεν ὄν: [3] ἑκατέρῳ γὰρ τῶν ἄλλων χωρὶς στρατιωτῶν, δορυφόρων τε καὶ ὑπασπιστῶν καὶ βαρβάρων Οὔννων εἵπετο πλῆθος ἀριστίνδην συνειλεγμένων: [4] κατὰ δὲ δεξιὸν Βαλεριανός τε καὶ Ἰωάννης ὁ Φαγᾶς σὺν τῷ Δαγισθαίῳ καὶ οἱ κατάλοιποι Ῥωμαῖοι ἐτάξαντο [p. 370] πάντες. [5] πεζοὺς μέντοι τοξότας ἐκ τῶν καταλόγου στρατιωτῶν ὀκτακισχιλίους μάλιστα ἔστησαν ἐς ἄμφω τὰ κέρα. κατὰ δὲ τὰ μέσα τῆς φάλαγγος τούς τε Λαγγοβάρδας καὶ τὸ Ἐρούλων ἔθνος καὶ πάντας τοὺς ἄλλους βαρβάρους ὁ Ναρσῆς ἔταξεν, ἔκ τε τῶν ἵππων ἀποβιβάσας καὶ πεζοὺς εἶναι καταστησάμενος, ὅπως ἂν μὴ κακοὶ ἐν τῷ ἔργῳ γενόμενοι ἢ ἐθελοκακοῦντες, ἂν οὕτω τύχῃ, ἐς ὑπαγωγὴν ὀξύτεροι εἶεν. [6] τὸ μέντοι πέρας κέρως τοῦ εὐωνύμου τῶν Ῥωμαίων μετώπου Ναρσῆς ἐγγώνιον κατεστήσατο, πεντακοσίους τε καὶ χιλίους ἱππεῖς ἐνταῦθα στήσας. [7] προείρητο δὲ τοῖς μὲν πεντακοσίοις, ἐπειδὰν τάχιστα τῶν Ῥωμαίων τισὶ τραπῆναι ξυμβαίη, ἐπιβοηθεῖν αὐτοῖς ἐν σπουδῇ, τοῖς δὲ χιλίοις, ὁπηνίκα οἱ τῶν πολεμίων πεζοὶ ἔργου ἄρχωνται, κατόπισθέν τε αὐτῶν αὐτίκα γενέσθαι καὶ ἀμφιβόλους ποιήσασθαι. [8] καὶ ὁ Τουτίλας δὲ τρόπῳ τῷ αὐτῷ τοῖς πολεμίοις ἀντίαν τὴν στρατιὰν ξύμπασαν ἔστησε. καὶ περιιὼν τὴν οἰκείαν παράταξιν τοὺς στρατιώτας παρεθράσυνέ τε καὶ παρεκάλει ἐς εὐτολμίαν προσώπῳ καὶ λόγῳ. [9] καὶ ὁ Ναρσῆς δὲ ταὐτὸ τοῦτο ἐποίει, ψέλλιά τε καὶ στρεπτοὺς καὶ χαλινοὺς χρυσοῦς ἐπὶ κοντῶν μετεωρίσας καὶ ἄλλα ἄττα τῆς ἐς τὸν κίνδυνον προθυμίας ὑπεκκαύματα ἐνδεικνύμενος. [10] χρόνον δέ τινα μάχης οὐδέτεροι ἦρχον, ἀλλ̓ ἡσυχῆ ἀμφότεροι ἔμενον, προσδεχόμενοι τὴν τῶν ἐναντίων ἐπίθεσιν. [11] Μετὰ δὲ εἷς ἐκ τοῦ Γότθων στρατοῦ, Κόκκας [p. 372] ὄνομα, δόξαν ἐπὶ τῷ δραστηρίῳ διαρκῶς ἔχων, τὸν ἵππον ἐξελάσας, ἄγχιστα ἦλθε τοῦ Ῥωμαίων στρατοῦ, προὐκαλεῖτό τε, εἴ τίς οἱ βούλοιτο πρὸς μονομαχίαν ἐπεξιέναι. [12] ὁ δὲ Κόκκας οὗτος εἷς τῶν Ῥωμαίων στρατιωτῶν ἐτύγχανεν ὢν τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰ πρότερα. [13] καί οἱ αὐτίκα τῶν τις Ναρσοῦ δορυφόρων ἀντίος ἔστη, Ἀρμένιος γένος, Ἀνζαλᾶς ὄνομα, καὶ αὐτὸς ἵππῳ ὀχούμενος. [14] ὁ μὲν οὖν Κόκκας ὁρμήσας πρῶτος ὡς τῷ δόρατι παίσων ἐπὶ τὸν πολέμιον ἵετο, καταστοχαζόμενος τῆς ἐκείνου γαστρός. [15] ὁ δ̓ Ἀνζαλᾶς ἐξαπιναίως τὸν ἵππον ἐκκλίνας ἀνόνητον αὐτὸν κατεστήσατο γενέσθαι τῆς οἰκείας ὁρμῆς. ταύτῃ τε αὐτὸς ἐκ πλαγίου τοῦ πολεμίου γενόμενος ἐς πλευρὰν αὐτοῦ τὴν ἀριστερὰν τὸ δόρυ ὦσε. [16] καὶ ὁ μὲν ἐκ τοῦ ἵππου πεσὼν ἐς τὸ ἔδαφος νεκρὸς ἔκειτο: κραυγὴ δὲ ἀπὸ τοῦ Ῥωμαίων στρατοῦ ὑπερφυὴς ἤρθη, οὐδ̓ ὣς μέντοι μάχης τινὸς οὐδέτεροι ἦρξαν. [17] Τουτίλας δὲ μόνος ἐν μεταιχμίῳ ἐγένετο, οὐ μονομαχήσων, ἀλλὰ τὸν καιρὸν τοῖς ἐναντίοις τοῦτον ἐκκρούσων. Γότθων γὰρ τοὺς ἀπολειπομένους δισχιλίους ἄγχιστά πη προσιέναι μαθὼν ἀπετίθετο ἐς τὴν αὐτῶν παρουσίαν τὴν ξυμβολήν, ἐποίει δὲ τάδε. [18] πρῶτα μὲν οὐκ ἀπηξίου τοῖς πολεμίοις ἐνδείκνυσθαι ὅστις ποτὲ εἴη. τήν τε γὰρ τῶν ὅπλων σκευὴν κατακόρως τῷ χρυσῷ κατειλημμένην ἠμπίσχετο καὶ τῶν οἱ φαλάρων ὁ κόσμος ἔκ τε τοῦ πίλου καὶ τοῦ δόρατος ἁλουργός τε καὶ ἄλλως βασιλικὸς ἀπεκρέματο [p. 374] θαυμαστος ὅσος. [19] καὶ αὐτὸς ὑπερφυεῖ ὀχούμενος ἵππῳ παιδιὰν ἐν μεταιχμίῳ ἔπαιζε τὴν ἐνόπλιον ἐπισταμένως. τόν τε γὰρ ἵππον ἐν κύκλῳ περιελίσσων, ἐπὶ θάτερά τε ἀναστρέφων αὖθις κυκλοτερεῖς πεποίητο δρόμους. [20] καὶ ἱππευόμενος μεθίει ταῖς αὔραις τὸ δόρυ, ἀπ̓ αὐτῶν τε κραδαινόμενον ἁρπασάμενος εἶτα ἐκ χειρὸς ἐς χεῖρα παραπέμπων συχνὰ ἐφ̓ ἑκάτερα, καὶ μεταβιβάζων ἐμπείρως, ἐφιλοτιμεῖτο τῇ ἐς τὰ τοιαῦτα μελέτῃ, ὑπτιάζων καὶ ἰσχιάζων καὶ πρὸς ἑκάτερα ἐγκλινόμενος, ὥσπερ ἐκ παιδὸς ἀκριβῶς τὰ ἐς τὴν ὀρχήστραν δεδιδαγμένος. [21] ταῦτά τε ποιῶν πᾶσαν κατέτριψε τὴν δείλην πρωΐαν. ἐπὶ πλεῖστον δὲ τὴν τῆς μάχης ἀναβολὴν μηκύνειν ἐθέλων ἔπεμψεν ἐς τὸ Ῥωμαίων στρατόπεδον, φάσκων ἐθέλειν αὐτοῖς ἐς λόγους ξυμμῖξαι. Ναρσῆς δὲ φενακίζειν αὐτὸν ἰσχυρίζετο, εἴ γε πολεμησείων τὰ πρότερα, ἡνίκα τοῦ προτείνεσθαι λόγους ἐξουσία εἴη, νῦν ἐν μεταιχμίῳ γενόμενος ἐς τοὺς διαλόγους χωροίη.
Procopius. Procopius. H.B. (Henry Bronson) Dewing. William Heinemann; The Macmillan Co.; Harvard University Press. London; New York; Cambridge, MA. 1914-1928. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.