previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Τῷ μὲν οὖν Ἀνασωζάδῳ τά τε τῆς τύχης καὶ τοῦ τρόπου ἐς τοῦτο ἐτελεύτα: τὸ δὲ πέμπτον ἔτος τῆς ἐκεχειρίας διήνυστο. [2] καὶ Πέτρον μὲν ἄνδρα πατρίκιον, τὴν τοῦ μαγίστρου ἀρχὴν ἔχοντα, παρὰ Χοσρόην Ἰουστινιανὸς βασιλεὺς ἔστελλεν, ἐφ̓ τὰς σπονδὰς ἀμφὶ τῇ ἑῴᾳ παντάπασι διοικήσονται. [3] δὲ αὐτὸν ἀπεπέμψατο, ἕψεσθαί οἱ ἄνδρα οὐκ ἐς μακρὰν ὑποσχόμενος τὸν ταῦτα διαθησόμενον, ὅπη ἑκατέροις ξυνοίσειν μέλλει. [4] Ἰσδιγούσναν τε αὖθις οὐ πολλῷ ὕστερον ἔπεμψεν, ὀφρυάζοντά τε καὶ ἀλαζονείᾳ τινὶ ἀμυθήτῳ ἐχόμενον, οὗ δὴ τε τῦφος καὶ τὸ φύσημα φορητὸν εἶναι Ῥωμαίων οὐδενὶ ἔδοξεν. [5] ἐπήγετο δὲ τήν τε γυναῖκα καὶ τὰς παῖδας καὶ τὸν ἀδελφόν, ἑπομένων τε καὶ θεραπευόντων πάμπολυ πλῆθος. εἴκασεν ἄν τις ἐς παράταξιν τοὺς ἄνδρας ἰέναι. [6] εἵποντο δὲ αὐτῷ καὶ δύο τῶν ἐν Πέρσαις λογιμωτάτων, οἳ δὴ καὶ διαδήματα ἐπὶ τῶν κεφαλῶν χρυσᾶ ἐφόρουν. [7] ἔδακνέ τε τοὺς ἐν Βυζαντίῳ ἀνθρώπους, [p. 150] ὅτι δὴ αὐτὸν Ἰουστινιανὸς βασιλεὺς οὐ κατὰ πρεσβευτήν, ἀλλὰ πολλῷ ἔτι μᾶλλον φιλοφροσύνης τε καὶ μεγαλοπρεπείας ἠξίωσε. [8] Βραδούκιος μέντοι ξὺν αὐτῷ ἐς Βυζάντιον οὐκέτι ἦλθεν, ἐπεὶ Χοσρόην φασὶν αὐτὸν ἐξ ἀνθρώπων ἀφανίσαι, ἄλλο οὐδὲν τῷ ἀνθρώπῳ ἐπενεγκόντα, πλήν γε δὴ ὅτι ὁμοτράπεζος τῷ Ῥωμαίων βασιλεῖ γέγονεν. [9]οὐ γὰρ ἄν,’ ἔφη, ‘έρμηνεύς γε ὢν ἐς τοῦτο ἀξιώματος πρὸς βασιλέως ἀφίκετο, εἰ μὴ καταπροδοὺς ἔτυχε τὰ Περσῶν πράγματα.’ τινὲς δὲ τὸν Ἰσδιγούσναν αὐτὸν διαβαλεῖν φασίν, ὡς λάθρα Ῥωμαίοις ἐς λόγους ἔλθοι. [10] τὰ δὲ πρῶτα πρεσβευτὴς οὗτος βασιλεῖ ἐντυχὼν οὐ μικρὸν ἀμφὶ τῇ εἰρήνῃ, οὐ μέγα εἶπεν, ἀλλ̓ ᾐτιᾶτο Ῥωμαίους ἐς τὴν ἐκεχειρίαν ἠδικηκέναι, Ἀρέθαν τε καὶ Σαρακηνοὺς τοὺς Ῥωμαίων ἐνσπόνδους Ἀλαμουνδάρῳ ἐν σπονδαῖς λυμήνασθαι φάσκων, ἄλλα τε οὐκ ἀξιόλογα ἐπιφέρων ἐγκλήματα, ὧνπέρ μοι ἐπιμνησθῆναι οὔτι ἀναγκαῖον ἔδοξεν εἶναι. [11] Ἐν μὲν οὖν Βυζαντίῳ ταῦτα ἐπράσσετο. Βέσσας δὲ παντὶ τῷ Ῥωμαίων στρατῷ Πέτρας ἐς πολιορκίαν καθίστατο. Ῥωμαῖοι μὲν οὖν ἀμφὶ τὸ τεῖχος διώρυσσον, ἵνα δὴ καὶ Δαγισθαῖος τὰ πρότερα τὴν διώρυχα πεποιημένος τὸν περίβολον ταύτῃ καθεῖλεν. ὅτου δὲ δὴ ἕνεκα ἐς τὸν αὐτὸν χῶρον ὤρυσσον, ἐγὼ δηλώσω. [12] οἱ τὴν πόλιν τὸ ἐξ ἀρχῆς ταύτην δειμάμενοι, ἐπὶ πέτρας μὲν ἔθεντο ἐκ τοῦ ἐπὶ πλεῖστον τὰ τοῦ περιβόλου [p. 152] θεμέλια, ἐνιαχῆ δὲ καὶ ὑπὲρ χώματος αὐτὰ ξυνέβαινε κεῖσθαι. [13] ἦν δέ τις τοῦ τείχους μοῖρα ἐς τῆς πόλεως τὰ πρὸς ἑσπέραν οὐ λίαν εὐρεῖα, ἧς δὴ ἑκατέρωθεν ἐπὶ πέτρας τινὸς σκληρᾶς τε καὶ ἀμηχάνου τοῦ περιβόλου τὰ θεμέλια ἐτεκτήναντο. [14] ταύτην τοίνυν τὴν μοῖραν Δαγισθαῖός τε τὰ πρότερα καὶ τανῦν Βέσσας διώρυσσον ὁμοίως, οὐκ ἐφιείσης τῆς τοῦ χωρίου φύσεως σφίσι περαιτέρω ἰέναι, ἀλλὰ τὸ τῆς διώρυχος μῆκος συμμετρούσης τε αὐτοῖς καὶ πρυτανευούσης εἰκότως. [15] Ἡνίκα οὖν Πέρσαι μετὰ τὴν Δαγισθαίου ὑπαγωγὴν τὸ καταπεπτωκὸς τοῦτο τοῦ τείχους ἀνοικοδομήσασθαι ἤθελον, οὐ κατὰ τὰ πρότερα τὴν οἰκοδομίαν πεποίηνται, ἀλλὰ τρόπῳ τοιῷδε. [16] κάχληκος τὸν κενωθέντα ἐμπλησάμενοι χῶρον δοκοὺς παχείας αὐτοῦ ὕπερθεν ἔθεντο, ἅσπερ ἐνδελεχέστατα ξύσαντες ὁμαλάς τε παντάπασι καταστησάμενοι ἔζευξαν μὲν ἐς ἀλλήλας ἐς μέγα τι εὖρος, κρηπῖδα δὲ αὐτὰς ἀντὶ θεμελίων ποιησάμενοι τοῦ περιβόλου καθύπερθεν αὐτῶν ἐτεκτήναντο τὴν οἰκοδομίαν ἐμπείρως. ὅπερ οὐ ξυνέντες Ῥωμαῖοι ἔνερθεν τῶν θεμελίων ποιεῖσθαι τὴν διώρυχα ᾤοντο. [17] καὶ τὸν χῶρον κενώσαντες ὅλον ἐκ τῶν δοκῶν ὧνπερ ἐπεμνήσθην ἀρτίως ἐπὶ πλεῖστον τῆς γῆς τὸν μὲν περίβολον κατασεῖσαι κατὰ πολὺ ἴσχυσαν, μοῖρά τε αὐτοῦ ἐξαπιναίως κατεπεπτώκει, οὐ μέντοι οὔτε πη ἐπὶ θάτερα τὸ πεπτωκὸς τοῦτο ἐκλίθη οὔτε τις αὐτῷ τῶν λίθων ἐπιβολὴ ξυνεταράχθη, ἀλλ̓ ἀκραιφνὲς [p. 154] ὅλον εὐθείᾳ τινὶ καταβάσει, ὥσπερ ἐκ μηχανῆς, ἐς τὸν κενωθέντα χῶρον καταβὰν ἔστη, καὶ τὴν οἰκείαν ἐφύλασσε χώραν, οὐκ ἐς ὕψος ὅσον τὰ πρότερα, ἀλλ̓ ἔς τι ἧσσον. [18] κενωθέντος οὖν παντὸς τοῦ τῶν δοκῶν ἔνερθεν χώρου ὑφιζάνειν αὐτὰς ἐνταῦθα ξὺν τῇ ὑπὲρ αὐτὰς οἰκοδομίᾳ πάσῃ ξυνέβη. [19] Τοῖς δὲ Ῥωμαίοις οὐδ̓ ὣς ἐσβατὸν ἐγεγόνει τὸ τεῖχος. γὰρ τῶν Περσῶν ὅμιλος, ἡνίκα πολὺς ξὺν τῷ Μερμερόῃ ἐνταῦθα ἦλθε, μέγα τι χρῆμα τῇ πρόσθεν οἰκοδομίᾳ ἐνθέμενοι ὑψηλὸν ἐσάγαν τὸν περίβολον ἐτεκτήναντο. [20] Ῥωμαῖοι μὲν οὖν, ἐπειδὴ τοῦ περιβόλου τὸ κατασεισθὲν αὖθις ἑστηκὸς εἶδον, διηποροῦντό τε καὶ ἀμηχανίᾳ πολλῇ εἴχοντο. [21] οὔτε γὰρ διορύσσειν ἔτι ἠδύναντο, ἐς τοῦτο ἀποκεκριμένης τῆς κατώρυχος σφίσι, κριῷ τε χρῆσθαι οὐδαμῆ εἶχον, ἐπεὶ ἐν μὲν τῷ ἀνάντει ἐτειχομάχουν, δὲ μηχανὴ αὕτη ἐφέλκεσθαι οὐχ οἵα τέ ἐστιν ὅτι μὴ ἐν χωρίῳ ὁμαλῷ τε καὶ λίαν ὑπτίῳ. [22] Τύχῃ δέ τινι ξυνεκύρησεν ἐν τούτῳ τῷ Ῥωμαίων στρατῷ εἶναι βαρβάρων τῶν Σαβείρων ὀλίγους τινὰς ἐξ αἰτίας τοιᾶσδε. [23] οἱ Σάβειροι ἔθνος μέν ἐστιν Οὐννικόν, ᾤκηνται δὲ ἀμφὶ τὰ Καυκάσια ὄρη, πάμπολυ πλῆθος μὲν ἐσάγαν ὄντες, ἐς ἀρχὰς δὲ πολλὰς ἐπιεικῶς διῃρημένοι. [24] τούτων δὲ τῶν ἀρχόντων οἱ μέν τινές εἰσι τῷ Ῥωμαίων αὐτοκράτορι, οἱ δὲ τῷ Περσῶν βασιλεῖ ἐκ παλαιοῦ γνώριμοι. τοῖν τε βασιλέοιν ἑκάτερος χρυσίον εἰώθει τακτὸν τοῖς αὑτοῦ ἐνσπόνδοις προΐεσθαι, οὐκ ἐπέτειον μέντοι, ἀλλ̓ ἡνίκα ἂν ἐς τοῦτο αὐτὸν χρεία ἐνάγοι. [25] τότε οὖν Ἰουστινιανὸς [p. 156] βασιλεὺς τῶν Σαβείρων τούς οἱ ἐπιτηδείους ἐς τὴν ὁμαιχμίαν παρακαλῶν ἔστειλέ τινα τὸν τὰ χρήματα παῤ αὐτοὺς κομιοῦντα. [26] δὲ ῾πολεμίων γὰρ μεταξὺ ὄντων ἐς ὄρη τὰ Καυκάσια ἰέναι ξὺν τῷ ἀσφαλεῖ ἄλλως τε καὶ χρήματα ἐπαγόμενος οὐδαμῆ εἶχεν̓ ἀφικνεῖται μὲν παρά τε τὸν Βέσσαν καὶ τὸ Ῥωμαίων στρατόπεδον, ὅπερ ἐς τὴν Πέτρας πολιορκίαν καθίστατο, παρὰ δὲ τοὺς Σαβείρους πέμψας ἐκέλευσεν αὐτῶν τινὰς ὅτι τάχιστα τοὺς τὰ χρήματα ληψομένους παῤ αὐτον ἥκειν, οἵ τε βάρβαροι τρεῖς ἀπολεξάμενοι τῶν ἐν σφίσιν ἀρχόντων, ξὺν ὀλίγοις τισὶν ἐς Λαζικὴν εὐθὺς ἔπεμψαν: οἳ δὴ ἐνταῦθα γενόμενοι ξὺν τῷ Ῥωμαίων στρατῷ ἐς τήνδε τὴν τειχομαχίαν κατέστησαν. [27] Οὗτοι ἐπειδὴ Ῥωμαίους εἶδον ἀπογνόντας τε καὶ ἀπορουμένους τὸ παρὸν θέσθαι, μηχανήν τινα ἐπετεχνήσαντο, οἵα οὔτε Ῥωμαίων οὔτε Περσῶν τινί, ἐξ οὗ γεγόνασιν ἄνθρωποι, ἐς ἔννοιαν ἦλθε: καίτοι τεχνιτῶν μὲν πολὺς ὅμιλος ἐν ἑκατέρᾳ πολιτείᾳ γέγονέ τε ἀεὶ καὶ τανῦν ἔστιν. [28] ἐς χρείαν δὲ πολλάκις ἐς τὸν πάντα αἰῶνα κατέστησαν τῆς μηχανῆς ἑκάτεροι ταύτης, ἐς ἐρύματα τειχομαχοῦντες ἐν χωρίοις σκληροῖς καὶ δυσβάτοις τισὶ κείμενα: ἀλλ̓ αὐτῶν οὐδενὶ τὸ ἐνθύμημα τοῦτο γεγένηται ὅπερ τούτοις δὴ τοῖς βαρβάροις τανῦν γέγονεν: οὕτως ἀεὶ προϊόντι τῷ χρόνῳ συννεωτερίζειν τῶν πραγμάτων τὰς ἐπινοίας φιλεῖ τῶν ἀνθρώπων φύσις. [29] κριὸν γὰρ αὐτοσχεδιάζουσιν οἱ Σάβειροι οὗτοι, οὐχ ᾗπερ εἰώθει, [30] ἀλλὰ καινουργήσαντες ἑτέρῳ τῳ τρόπῳ. οὐ γὰρ [p. 158] δοκοὺς ἐς τὴν μηχανὴν ταύτην, οὐκ ὀρθάς, οὐκ ἐγκαρσίας ἐμβέβληνται, ἀλλὰ ῥάβδους παχείας τινὰς ἐς ἀλλήλας ξυνδέοντες, καὶ αὐτὰς ἀντὶ τῶν δοκῶν πανταχόθι ἐναρμοσάμενοι, βύρσαις τε τὴν μηχανὴν καλύψαντες ὅλην τὸ τοῦ κριοῦ διεσώσαντο σχῆμα, μίαν δοκὸν μόνην, ᾗπερ εἴθισται, κατὰ μέσην τὴν μηχανὴν ἁλύσεσιν ἀναρτήσαντες χαλαραῖς τισίν, ἧσπερ τὸ ἄκρον ὀξὺ γεγενημένον καὶ σιδήρῳ περικαλυφθὲν ὥσπερ βέλους ἀκὶς ἔμελλε συχνὰ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι. [31] οὕτω δὲ κούφην τὴν μηχανὴν ἀπειργάσαντο, ὥστε οὐκέτι αὐτὴν πρὸς ἀνδρῶν τῶν ἔνδον ὄντων ἐφέλκεσθαι διωθεῖσθαι ἀναγκαῖον ἐγίνετο, ἀλλ̓ ἄνδρες τεσσαράκοντα, οἳ καὶ τὴν δοκὸν ἀνασύρειν τε καὶ κατὰ τοῦ περιβόλου ἐμβάλλεσθαι ἔμελλον, ἔνδον τῆς μηχανῆς ὄντες καὶ ὑπὸ τῶν βυρσῶν καλυπτόμενοι ἔφερον τὸν κριὸν ἐπὶ τῶν ὤμων οὐδενὶ πόνῳ. [32] Τρεῖς μὲν οὗτοι οἱ βάρβαροι μηχανὰς τοιαύτας εἰργάσαντο, τὰς δοκοὺς ξὺν τῷ σιδήρῳ ἐκ τῶν κριῶν ἀφελόμενοι, οὓς δὴ Ῥωμαῖοι ἐν παρασκευῇ ἔχοντες οὐχ οἷοί τε ἦσαν ἐς τὸ τεῖχος ἐφέλκειν: ὑποδύντες δὲ αὐτῶν ἑκάστην οὐχ ἥσσους κατὰ τεσσαράκοντα στρατιῶται Ῥωμαῖοι ἀριστίνδην ἀπολεχθέντες ὡς ἀγχοτάτω τοῦ τείχους ἔθεντο. [33] ἑκατέρωθεν δὲ μηχανῆς ἑκάστης ἕτεροι ἵσταντο, τεθωρακισμένοι τε καὶ κράνεσι τὰς κεφαλὰς ἐς τὸ ἀκριβὲς κεκαλυμμένοι καὶ κοντοὺς ἔχοντες, ὧνπερ τὰ ἄκρα σιδηρίοις ἀγκιστροειδέσιν ἐρήρειστο, τούτου δὴ παρεσκευασμένων αὐτοῖς ἕνεκα, ὅπως, ἐπειδὰν τοῦ κριοῦ ἐς τὸν περίβολον ἐμβολὴ ξυγχέῃ τὰς τῶν λίθων ἐπιβολάς, τούτοις δὴ τοῖς [p. 160] κοντοῖς περιαιρεῖν τε τοὺς ξυγχεομένους τῶν λίθων καὶ ἀπορρίπτειν δυνατοὶ εἶεν. [34] Ῥωμαῖοι μὲν οὖν ἔργου εἴχοντο καὶ τὸ τεῖχος ἤδη συχναῖς ταῖς ἐμβολαῖς κατεσείετο, οἱ δὲ τῶν μηχανῶν ἐφ̓ ἑκάτερα ὄντες τοῖς ἀγκιστροειδέσι κοντοῖς τῶν λίθων τοὺς ξυνταρασσομένους ἀπὸ τῆς κατὰ τὴν οἰκοδομίαν ξυνθήκης ἐρρίπτουν, ἁλώσεσθαί τε πόλις αὐτίκα δὴ μάλα ἐπίδοξος ἦν. [35] Οἱ δὲ Πέρσαι ἐπενόουν τάδε. ξύλινον πύργον, ὅσπερ αὐτοῖς ἐκ παλαιοῦ παρεσκεύαστο, καθύπερθεν τοῦ περιβόλου ἐτίθεντο, ἀνδρῶν ἔμπλεων τῶν ἐν σφίσι μαχιμωτάτων, ἥλοις τε σιδηροῖς καὶ θώραξι τάς τε κεφαλὰς καὶ τὸ ἄλλο σῶμα περιβαλόντων. [36] ἀγγεῖα δὲ θείου τε καὶ ἀσφάλτου ἐμπλησάμενοι καὶ φαρμάκου ὅπερ Μῆδοι μὲν νάφθαν καλοῦσιν, Ἕλληνες δὲ Μηδείας ἔλαιον, πυρί τε ταῦτα ὑφάψαντες ἐπὶ τὰς μηχανὰς τῶν κριῶν ἔβαλλον, ἅσπερ ὀλίγου ἐμπιπράναι πάσας ἐδέησαν. [37] ἀλλ̓ οἱ παρὰ ταύτας, ὥσπερ μοι ἐρρήθη, ἑστῶτες, τοῖς κοντοῖς, ὧνπερ ἐπεμνήσθην ἀρτίως, ἐνδελεχέστατα περιαιροῦντες τὰ βαλλόμενα καὶ περικαθαίροντες, ἅπαντα ἐς τὸ ἔδαφος ἐκ τῶν μηχανῶν εὐθὺς ἐρρίπτουν. [38] οὐκ ἐπὶ πολὺ δὲ πρὸς τὸ ἔργον τοῦτο ἀνθέξειν ὑπώπτευον: τὸ γὰρ πῦρ οὗ προσψαύσειεν ἐνεπίμπρα αὐτίκα, εἰ μὴ εὐθυωρὸν ἀποβληθείη. ταῦτα μὲν οὖν ἐπράσσετο τῇδε. [39] Βέσσας δὲ αὐτὸς τεθωρακισμένος καὶ ἅπαν ἐξοπλίσας τὸ στράτευμα κλίμακας πολλὰς ἐς τὸ πεπτωκὸς τοῦ τείχους προῆγε. [40] καὶ λόγῳ τοσοῦτον [p. 162] παραθαρρύνας, ὅσον μὴ ἀμβλῦναι τοῦ καιροῦ τὴν ἀκμήν, ἔργοις τῆς παρακελεύσεως τὰ λοιπὰ ἔνειμεν. ἀνὴρ γὰρ πλέον ἑβδομήκοντα γεγονὼς ἐτῶν καὶ παντάπασιν ἔξωρος ὢν ἤδη πρῶτος ἐπέβη τῆς κλίμακος. [41] ἐνταῦθα μάχη καὶ ἀρετῆς ἐπίδειξις γίνεται Ῥωμαίοις τε καὶ Πέρσαις οἵαν ἔγωγε κατὰ τοῦτον τὸν χρόνον οὐδαμῆ οἶμαι ξυνενεχθῆναι. [42] τὸ μὲν γὰρ βαρβάρων πλῆθος εἰς δισχιλίους καὶ τριακοσίους ξυνῄει, Ῥωμαῖοι δὲ ἐς ἑξακισχιλίους ἐτύγχανον ὄντες. [43] καὶ αὐτῶν ἑκατέρωθεν ὅσοι οὐ διεφθάρησαν τραυματίαι σχεδόν τι γεγόνασι πάντες, ὀλίγοις τε λίαν ἐπ̓ ἀθῴοις τοῖς σώμασι περιεῖναι ξυνέβη. Ῥωμαῖοι μὲν οὖν τὴν ἀνάβασιν ἐβιάζοντο δυνάμει τῇ πάσῃ, Πέρσαι δὲ αὐτοὺς πόνῳ πολλῷ ἀπεκρούοντο. [44] ἀμφοτέρωθεν δὲ κτεινομένων πολλῶν οὐ μακράν που ἐγένοντο τοῦ ἀπεῶσθαι τὸν κίνδυνον Πέρσαι: ὠθισμοῦ γὰρ πολλοῦ ἐν τῇ τῶν κλιμάκων ὑπερβολῇ γεγενημένου ἄλλοι τε Ῥωμαίων συχνοὶ ἅτε πολεμίοις καθύπερθεν οὖσι μαχόμενοι ἔθνησκον καὶ Βέσσας στρατηγὸς ἐς τὸ ἔδαφος πεσὼν ἔκειτο. [45] καὶ τότε δὴ κραυγῆς ἐξαισίας πρὸς ἀμφοτέρων γεγενημένης οἱ μὲν βάρβαροι πανταχόθεν ξυρρέοντες ἐπ̓ αὐτὸν ἔβαλον, οἱ δὲ δορυφόροι ξυνέστησάν τε σπουδῇ ἀμφ̓ αὐτὸν καὶ κράνη μὲν ἐν ταῖς κεφαλαῖς ἔχοντες, θώρακας δὲ ἀμπεχόμενοι πάντες, ἔτι μέντοι καθύπερθεν ταῖς ἀσπίσι φραξάμενοι καὶ ἐν χρῷ ξυνιόντες ἀλλήλοις, ὀροφῆς αὐτῷ σχῆμα ἐποίουν καὶ τόν τε στρατηγὸν ὡς ἀσφαλέστατα ἔκρυψαν καὶ τὰ βαλλόμενα παντὶ σθένει ἀπεκρούοντο. [46] καὶ [p. 164] πάταγος μὲν τῶν ἀεὶ πεμπομένων κἀν ταῖς ἀσπίσιν τε καὶ τοῖς ἄλλοις ὅπλοις ἀποκαυλιζομένων πολὺς ἐγεγόνει, κραυγῇ δὲ καὶ ἄσθματι καὶ ταλαιπωρίᾳ ἕκαστος εἴχετο. [47] Ῥωμαῖοί τε ἅπαντες τῷ στρατηγῷ ἀμύνειν ἐν σπουδῇ ἔχοντες ἔβαλλον ἐς τὸ τεῖχος, οὐδένα ἀνιέντες καιρόν, καὶ ταύτῃ τοὺς πολεμίους ἀνέστελλον. [48] Τότε δὴ Βέσσας ῾οὐδὲ γὰρ ἐξανίστασθαι εἶχε, τῆς ὁπλίσεως ἀντιστατούσης, ἄλλως τε καὶ τοῦ σώματός οἱ οὐκ εὐσταλοῦς ὄντος, ἦν γὰρ οὗτος ἀνὴρ εὔσαρκός τε καί, ὅπερ ἐρρήθη, ἐσχατογέρων̓ οὐκ ἐς ἀμηχανίαν ἐξέπεσε, καίπερ ἐς τοσοῦτον κινδύνου ἥκων, ἀλλὰ βουλεύεταί τι ἐκ τοῦ αἰφνιδίου ᾧπερ αὑτόν τε καὶ τὰ Ῥωμαίων πράγματα διασώσασθαι ἔσχε. [49] τοῖς γὰρ δορυφόροις ἐπέστελλε σύρειν τε αὐτὸν ἐκ ποδὸς καὶ ὡς ἀπωτάτω τοῦ τείχους ἐφέλκειν. [50] οἱ δὲ κατὰ ταῦτα ἐποίουν. καὶ αὐτὸν οἱ μὲν ἔσυρον, οἱ δὲ ξὺν αὐτῷ ὑπεχώρουν, τὰς μὲν ἀσπίδας ὕπερθεν ἐπ̓ ἀλλήλους ἔχοντες, τοσαύτην δὲ ποιούμενοι βάδισιν ὅσον ἐκεῖνος ἐσύρετο, ὡς μὴ ἀπαρακάλυπτος γεγονὼς πρὸς τῶν πολεμίων βληθείη. [51] ἐπειδὴ δὲ Βέσσας ἐν τῷ ἀσφαλεῖ ἐγεγόνει, ἐξανίστατό τε καὶ παρακελευσάμενος ἐπὶ τὸ τεῖχος ᾔει, τῆς τε κλίμακος ἐπιβατεύσας αὖθις ἐπὶ τὴν ἀνάβασιν ὥρμητο. [52] ἐπισπόμενοι δὲ Ῥωμαῖοι πάντες ἔργα ἐς τοὺς πολεμίους ἐπεδείκνυντο ἀρετῆς ἄξια. περίφοβοί τε γενόμενοι Πέρσαι καιρὸν σφίσι τινὰ τοὺς ἐναντίους διδόναι ᾔτουν, ὅπως συσκευασάμενοι ἀπαλλάσσωνται τὴν πόλιν ἐνδόντες. [53] Βέσσας δὲ δολώσεις αὐτοὺς [p. 166] ἐπιτεχνάσασθαι ὑποτοπάζων, ὅπως μεταξὺ κρατύνωνται τὸ τοῦ περιβόλου ὀχύρωμα, τὴν μὲν ξυμβολὴν καταπαύειν ἔφη οὐχ οἷός τε εἶναι, τοὺς δὲ ἀμφὶ τῇ ὁμολογίᾳ βουλομένους αὐτῷ ξυγγενέσθαι, τῶν στρατοπέδων μαχομένων, οὐδέν τι ἧσσον εἰς ἑτέραν τινὰ ξὺν αὐτῷ ἰέναι τοῦ τείχους μοῖραν, δείξας τι χωρίον αὐτοῖς. [54] Τῶν δὲ οὐκ ἐνδεχομένων τὸν λόγον γίνεται μὲν αὖθις καρτερά τις μάχη καὶ ὠθισμὸς πολύς, ἔτι δὲ ἀγχωμάλου τῆς ξυμβολῆς οὔσης ξυνηνέχθη τὸ τεῖχος ἑτέρωθι, οὗπερ διορύξαντες Ῥωμαῖοι πρότερον ἔτυχον, ἐξαπιναίως καταπεσεῖν. ἐνταῦθα οὖν πολλοὶ ἐξ ἀμφοτέρων ξυνέρρεον. [55] καὶ Ῥωμαῖοι μὲν πλήθει τοὺς πολεμίους παρὰ πολὺ ὑπεραίροντες, καίπερ δίχα διῃρημένοι, πολλῷ ἔτι μᾶλλον βάλλοντές τε καὶ ὠθοῦντες καρτερώτατα τοῖς ἐναντίοις ἐνέκειντο. [56] Πέρσαι δὲ οὐκέτι ὁμοίως ἀντεῖχον, ἑκατέρωθι βιαζόμενοι, ἀλλὰ διαιρεθεῖσα ὀλιγανθρωπία ἐς ἄμφω τὰ μέρη διαφανὴς ἦν. [57] οὕτω δὲ πονουμένων ἀμφοτέρων ἔτι τῶν στρατευμάτων καὶ οὔτε Περσῶν ἀποκρούεσθαι δυναμένων ἐγκειμένους σφίσι τοὺς πολεμίους οὔτε Ῥωμαίων βιάζεσθαι παντάπασι τὴν εἴσοδον οἵων τε ὄντων, νεανίας ἀνήρ, Ἀρμένιος γένος, Ἰωάννης ὄνομα, Θωμᾶ υἱὸς ὅνπερ ἐπίκλησιν ἐκάλουν Γούζην, τὰ μὲν καταπεπτωκότα τοῦ περιβόλου καὶ τοὺς ἐνταῦθα ὠθισμοὺς εἴασεν, Ἀρμενίων δὲ [p. 168] τῶν οἱ ἑπομένων ἐπαγαγόμενος ὀλίγους τινὰς διὰ τοῦ κρημνωδους, ᾗπερ ἅπαντες τὴν πόλιν ἀνάλωτον εἶναι ὑπώπτευον, βιασάμενος ἀνέβη τοὺς ταύτῃ φρουρούς. [58] κατά τε τὰς ἐπάλξεις γενόμενος ἕνα Περσῶν τῶν τῇδε ἀμυνομένων, ὅσπερ μαχιμώτατος ἐδόκει εἶναι, δόρατι ἔκτεινεν. ἐσβατόν τε Ῥωμαίοις ξυνηνέχθη τρόπῳ τοιῷδε. [59] Πέρσαι οἳ ἐν πύργῳ τῷ ξυλίνῳ ἑστήκεσαν μέγα τι χρῆμα τῶν πυρφόρων ἀγγείων ὑφῆψαν, ὅπως τῶν βαλλομένων τῷ περιόντι καταφλέξαι αὐτοῖς ἀνδράσι τὰς μηχανὰς οἷοί τε ὦσιν, οὐ δυναμένων τῶν ἀμυνομένων ἅπαντα τοῖς κοντοῖς διωθεῖσθαι. [60] πνεῦμα δὲ νότου σκληρόν τε καὶ ὑπερφυὲς ἄγαν ἐξαπιναίως ἐξ ἐναντίας αὐτοῖς ξὺν πολλῷ πατάγῳ ἐπιπεσόν, τῶν τοῦ πύργου σανίδων ἀμηγέπη μιᾶς ἥψατο. [61] οὐ ξυνιέντων δὲ αὐτίκα τῶν ἐνταῦθα Περσῶν ῾πόνῳ γὰρ καὶ θορύβῳ καὶ δέει καὶ ταραχῇ ἀμέτρῳ εἴχοντο ἅπαντες, τε ἀνάγκη αὐτοῖς παρῃρεῖτο τὴν αἴσθησιν̓ φλὸξ κατὰ βραχὺ αἰρομένη τῷ τε τῆς Μηδείας ἐπωνύμῳ ἐλαίῳ καὶ οἷσπερ ἄλλοις ἐξήρτυτο τὸν πύργον ὅλον καὶ Πέρσας τοὺς ἐνταῦθα ἐνέπρησεν. [62] ἐξηνθρακωμένοι τε ἅπαντες ἔπεσον, οἱ μὲν ἐντὸς τοῦ περιβόλου, οἱ δὲ τούτου ἐκτός, ἵνα δὴ αἵ τε μηχαναὶ καὶ οἱ ἀμφ̓ αὐτὰς Ῥωμαῖοι ἑστήκεσαν: οὕτω δὲ καὶ οἱ ἄλλοι Ῥωμαῖοι, ὅσοι δὴ ἐς τοῦ περιβόλου τὰ καταπεπτωκότα ἐμάχοντο, ἐνδιδόντων σφίσι τῶν πολεμίων ἔς τε ὀλιγωρίαν ἐμπεπτωκότων, ἐντὸς τοῦ περιβόλου ἐγένοντο, καὶ κατ̓ ἄκρας Πέτρα ἑάλω. [63] Τῶν μὲν οὖν Περσῶν ἐς πεντακοσίους ἐς τὴν [p. 170] ἀκρόπολιν ἀναδραμόντες καὶ τὸ ἐκείνῃ καταλαβόντες ὀχύρωμα ἡσυχῆ ἔμενον, τοὺς δὲ ἄλλους Ῥωμαῖοι, ὅσους οὐκ ἔκτειναν ἐν τῇ ξυμβολῇ, ἐζώγρησαν ἅπαντας ἐς τριάκοντα καὶ ἑπτακοσίους μάλιστα ὄντας. [64] καὶ αὐτῶν ὀκτὼ μὲν καὶ δέκα ἀκραιφνεῖς εὗρον, οἱ δὲ λοιποὶ ἅπαντες τραυματίαι ὄντες ἐτύγχανον. ἔπεσον δὲ καὶ Ῥωμαίων πολλοί τε καὶ ἄριστοι, καὶ Ἰωάννης Θωμᾶ υἱός, λίθῳ τὴν κεφαλὴν ἐν τῇ ἐς τὴν πόλιν εἰσόδῳ πρός του τῶν βαρβάρων βληθεὶς ἔργα τε θαυμαστὰ ἐς τοὺς πολεμίους ἐπιδειξάμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: