previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Βασιλεὺς δὲ μαθὼν τὰ ἐν Κρότωνι πρασσόμενα πέμψας ἐς τὴν Ἑλλάδα ἐκέλευε τοὺς ἐν Θερμοπύλαις φρουροὺς ἔς τε τὴν Ἰταλίαν πλεῖν κατὰ τάχος καὶ τοῖς ἐν Κρότωνι πολιορκουμένοις βοηθεῖν δυνάμει τῇ πάσῃ. [2] οἱ δὲ κατὰ ταῦτα ἐποίουν: ἄραντές τε σπουδῇ πολλῇ καὶ πνεύματος ἐπιφόρου ἐπιτυχόντες ἀπροσδόκητοι τῷ Κροτωνιατῶν λιμένι προσέσχον. οἵ τε βάρβαροι ἐξαπιναίως τὸν στόλον ἰδόντες αὐτίκα δὴ μάλα ἐς δέος μέγα ἐμπεπτωκότες θορύβῳ πολλῷ τὴν πολιορκίαν διέλυσαν. [3] καὶ αὐτῶν οἱ μέν τινες ναυσὶν ἐς τὸν Ταραντηνῶν λιμένα διέφυγον, οἱ δὲ πεζῇ ἰόντες ἐς ὄρος τὸ Σκύλαιον ἀνεχώρησαν. δὴ ξυνενεχθέντα πολλῷ ἔτι μᾶλλον ἐδούλωσε Γότθων τὸ φρόνημα. [4] καὶ ἀπ̓ αὐτοῦ Ῥάγναρίς τε, Γότθος ἀνὴρ δόκιμος μάλιστα, ὃς τοῦ ἐν Ταραντηνοῖς φυλακτηρίου ἦρχε, καὶ Μόρας, ὅσπερ ἐφειστήκει τοῖς ἐν Ἀχεροντίᾳ φρουροῖς, Πακουρίῳ τῷ Περανίου τῶν ἐν Δρυοῦντι Ῥωμαίων ἄρχοντι, γνώμῃ τῶν σφίσιν ἑπομένων, ἐς λόγους ἦλθον, ἐφ̓ δὴ ἀμφὶ τῇ σωτηρίᾳ τὰ πιστὰ πρὸς Ἰουστινιανοῦ βασιλέως λαβόντες Ῥωμαίοις σφᾶς αὐτοὺς ἐγχειρίσουσι ξὺν τοῖς ἑπομένοις καὶ τὰ ὀχυρώματα ὧνπερ ἐπὶ τῇ φυλακῇ καταστάντες ἐτύγχανον. ἐπὶ ταύτῃ μὲν οὖν τῇ ὁμολογίᾳ Πακούριος ἐπὶ Βυζαντίου κομίζεται. [5] Ναρσῆς δὲ ἐκ Σαλώνων ἄρας ἐπὶ Τουτίλαν τε καὶ Γότθους ᾔει παντὶ τῷ Ῥωμαίων στρατῷ, μεγάλῳ ὑπερφυῶς ὄντι: χρήματα γὰρ κεκομισμένος [p. 328] ἐπιεικῶς μεγάλα πρὸς βασιλέως ἐτύγχανεν. [6] ἀφ̓ ὧν δὴ ἔμελλε στρατιάν τε ἀξιολογωτάτην ἀγεῖραι καὶ ταῖς ἄλλαις ἐπαρκέσειν τοῦ πολέμου ἀνάγκαις, τοῖς δὲ δὴ ἐπὶ τῆς Ἰταλίας στρατιώταις ἐκλῦσαι τὰ πρόσθεν ὀφλήματα πάντα, ἐφ̓ οἷσπερ αὐτοῖς ὑπερήμερος χρόνου πολλοῦ βασιλεὺς ἐγεγόνει, οὐ κομιζομένοις ἐκ τοῦ δημοσίου, ᾗπερ εἴθισται, τὰς σφίσι τεταγμένας συντάξεις: ἔτι μέντοι καὶ αὐτῶν βιάσασθαι τῶν παρὰ Τουτίλαν ἀπηυτομοληκότων τὰς γνώμας, ὥστε δὴ αὐτοὺς τοῖς χρήμασι τούτοις χειροήθεις γεγενημένους τὴν ἐπὶ τῇ πολιτείᾳ μεταγνῶναι προαίρεσιν. [7] Λίαν γὰρ τὰ πρότερα πόλεμον τόνδε ἀπημελημένως διαφέρων Ἰουστινιανὸς βασιλεὺς ἀξιολογωτάτην αὐτοῦ πεποίηται τὴν παρασκευὴν ἐν ὑστάτῳ. [8] ἐπειδὴ γὰρ αὐτόν οἱ Ναρσῆς ἐγκείμενον εἶδεν, ἐφ̓ ἐς Ἰταλίαν στρατεύοι, φιλοτιμίαν ἐνδέδεικται στρατηγῷ πρέπουσαν, οὐκ ἄλλως βασιλεῖ ἐπαγγέλλοντι ὑπηρετήσειν ὁμολογήσας, ἢν μὴ τὰς δυνάμεις ἀξιομάχους ἐπάγεσθαι μέλλῃ. [9] χρήματά τε οὖν καὶ σώματα καὶ ὅπλα τῷ τρόπῳ τούτῳ ἐπαξίως πρὸς τοῦ βασιλέως κεκόμισται τῆς Ῥωμαίων ἀρχῆς, καὶ προθυμίαν αὐτὸς ἀοκνοτάτην ἐπιδειξάμενος ἀξιόχρεων στρατιὰν ἐξήγειρεν. [10] ἔκ τε γὰρ Βυζαντίου ἐπηγάγετο Ῥωμαίων στρατιωτῶν μέγα τι χρῆμα κἀκ τῶν ἐπὶ Θρᾴκης χωρίων ἔκ τε Ἰλλυριῶν πολλοὺς ἤθροισε. [11] καὶ Ἰωάννης δὲ ξύν τε τῷ οἰκείῳ στρατεύματι καὶ τῷ πρὸς Γερμανοῦ τοῦ [p. 330] κηδεστοῦ ἀπολελειμμένῳ ξὺν αὐτῷ ᾔει. [12] καὶ Αὐδουίν, Λαγγοβαρδῶν ἡγούμενος, χρήμασι πολλοῖς ἀναπεισθεὶς Ἰουστινιανῷ βασιλεῖ καὶ τῇ τῆς ὁμαιχμίας ξυνθήκῃ, πεντακοσίους τε καὶ δισχιλίους τῶν οἱ ἑπομένων ἀπολεξάμενος ἄνδρας ἀγαθοὺς τὰ πολέμια ἐς ξυμμαχίαν αὐτῷ ἔπεμψεν, οἷς δὴ καὶ θεραπεία εἵπετο μαχίμων ἀνδρῶν πλέον τρισχιλίων. [13] εἵποντο δὲ αὐτῷ καὶ τοῦ Ἐρούλων ἔθνους πλέον τρισχίλιοι, ἱππεῖς ἅπαντες, ὧν ἄλλοι τε καὶ Φιλημοὺθ ἦρχον, καὶ Οὖννοί τε παμπληθεῖς καὶ Δαγισθαῖος ξὺν τοῖς ἑπομένοις ἐκ τοῦ δεσμωτηρίου διὰ τοῦτο ἀπαλλαγείς, καὶ Καβάδης, Πέρσας ἔχων αὐτομόλους πολλούς, Ζάμου μὲν υἱός, Καβάδου δὲ τοῦ Περσῶν βασιλέως υἱωνός, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην ἅτε τοῦ χαναράγγου σπουδῇ διαφυγόντος τε Χοσρόην τὸν θεῖον καὶ πολλῷ πρότερον ἀφικομένου ἐς τὰ Ῥωμαίων ἤθη: καὶ Ἄσβαδος, νεανίας τις, Γήπαις γένος, διαφερόντως δραστήριος, ὁμογενεῖς τετρακοσίους ξὺν αὑτῷ ἔχων, ἄνδρας ἀγαθοὺς τὰ πολέμια: καὶ Ἀρούθ, Ἔρουλος μὲν τὸ γένος, ἐκ παιδὸς δὲ Ῥωμαίων τὴν δίαιταν στέρξας καὶ τὴν Μαυρικίου τοῦ Μούνδου γυναῖκα γαμετὴν ποιησάμενος, αὐτός τε μαχιμώτατος ὢν καὶ πολλοὺς τοῦ Ἐρούλων ἔθνους ἑπομένους ἔχων ἐν πολέμου κινδύνοις ὡς μάλιστα δοκιμωτάτους: Ἰωάννης τε, Φαγᾶς τὴν ἐπίκλησιν, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις ἐμνήσθην, Ῥωμαίων ἐπαγαγόμενος ὅμιλον ἀνδρῶν μαχίμων. [p. 332] [14] Ἦν οὖν μεγαλοδωρότατος Ναρσῆς καὶ πρὸς τὸ εὖ ποιεῖν τοὺς δεομένους ὀξὺς ἐσάγαν, δύναμίν τε πολλὴν περιβεβλημένος ἐκ βασιλέως ἀδεέστερον ἐς τὰ σπουδαζόμενα ἐχρῆτο τῇ γνώμῃ. [15] καὶ ἀπ̓ αὐτοῦ πολλοὶ ἐν τοῖς ἔμπροσθεν χρόνοις ἄρχοντές τε καὶ στρατιῶται εὐεργέτου αὐτοῦ ἔτυχον. [16] ἐπεὶ οὖν ἀποδέδεικτο στρατηγὸς ἐπὶ Τουτίλαν τε καὶ Γότθους, ὡς ἀσμενέστατα ἕκαστοι στρατεύεσθαι ὑπ̓ αὐτῷ ἤθελον, οἱ μὲν ἐκτίνειν οἱ ἐθέλοντες παλαιὰς χάριτας, οἱ δὲ καραδοκοῦντες, ὡς τὸ εἰκός, μεγάλων ἀγαθῶν παῤ αὐτοῦ τεύξεσθαι. [17] μάλιστα δὲ αὐτῷ Ἔρουλοί τε καὶ οἱ ἄλλοι βάρβαροι εὐνοϊκῶς εἶχον, διαφερόντως πρὸς τοῦ ἀνθρώπου εὖ πεπονθότες. [18] Ἐπειδὴ δὲ Βενετίων ὡς ἀγχοτάτω ἐγένοντο, παρὰ τῶν Φράγγων τοὺς ἡγεμόνας, οἳ τῶν ἐκείνῃ φυλακτηρίων ἦρχον, ἄγγελον στείλας ᾐτεῖτο τὴν δίοδον σφίσιν ἅτε φίλοις οὖσι παρέχεσθαι. [19] οἱ δὲ τοῦτο Ναρσῇ ἐπιτρέψειν οὐδεμιᾷ μηχανῇ ἔφασαν, ἐς μὲν τὸ ἐμφανὲς τὴν αἰτίαν οὐκ ἐξενεγκόντες, ἀλλ̓ ὡς ἔνι μάλιστα κατακρυψάμενοι, τοῦ Φράγγων ἕνεκα ξυμφόρου τῆς ἐς τοὺς Γότθους εὐνοίας τὴν κωλύμην ποιεῖσθαι, σκῆψιν δέ τινα οὐ λίαν εὐπρόσωπον δόξασαν εἶναι προβεβλημένοι, ὅτι δὴ Λαγγοβάρδας τοὺς σφίσι πολεμιωτάτους οὗτος ἐπαγόμενος ᾕκει. [20] ἐπὶ τούτοις διαπορουμένῳ τὴν ἀρχὴν τῷ Ναρσῇ καὶ Ἰταλῶν τῶν οἱ παρόντων ἀμφὶ τῷ πρακτέῳ πυνθανομένῳ ἐσήγγλόν τινες ὡς εἰ καὶ Φράγγοι παρήσουσι σφᾶς τήνδε τὴν δίοδον ποιεῖσθαι, [p. 334] ἀλλ̓ ἐς Ῥάβενναν ἐνθένδε κομίζεσθαι οὐδαμῆ ἕξουσιν, οὐδὲ τὴν πορείαν ταύτην ποιεῖσθαι ὅτι μὴ ἄχρι ἐς πόλιν Βερώνην. [21] Τουτίλαν γὰρ ἀπολεξάμενον εἴ τι δόκιμον ἦν ἐν τῷ Γότθων στρατῷ, στρατηγόν τε αὐτοῖς καταστησάμενον Τεΐαν τὸν Γότθον, ἄνδρα διαφερόντως ἀγαθὸν τὰ πολέμια, στεῖλαι ἐς πόλιν Βερώνην Γότθων κατήκοον οὖσαν, ἐφ̓ τῷ Ῥωμαίων στρατῷ διακωλύοι τὴν πάροδον, ὅσα γε δυνατά. καὶ ἦν δὲ οὕτως. [22] Ἐπειδή τε Τεΐας ἐγένετο ἐν πόλει Βερώνῃ, τὴν ἐκείνῃ δίοδον τοῖς πολεμίοις ἀπέφραξε πᾶσαν, ἀδιέξοδά τε καὶ ὅλως ἄπορα πανταχόσε ἀμφὶ ποταμὸν Πάδον τὰ χωρία εἶναι ἀνάγκῃ χειροποιήτῳ σκευωρησάμενος, καὶ πὴ μὲν λόχμας τε καὶ τάφρους καὶ φάραγγας τεκτηνάμενος, πὴ δὲ τέλμινάς τε ὡς βαθυτάτας καὶ χώρους τεναγώδεις τινὰς αὐτὸς τῷ Γότθων στρατῷ ἐφύλασσεν ἐς τὸ ἀκριβές, ὡς ὁμόσε χωρῆσαι Ῥωμαίοις, ἤν τι ἀποπειρῶνται τῆς ἐνθένδε ὁδοῦ. [23] ταῦτα δὲ Τουτίλας ἐμηχανᾶτο, οἰόμενος διὰ μὲν τῆς παραλίας κόλπου τοῦ Ἰονίου Ῥωμαίοις μήποτε δυνατὰ ἔσεσθαι τὴν πορείαν ποιεῖσθαι, ἐπεὶ ναυσίποροι ποταμοὶ παμπληθεῖς ἐνταῦθα ἐκβολὰς ἔχοντες ἀπόρευτα παντάπασι παρέχονται εἶναι τὰ ἐκείνῃ χωρία: ναῦς δὲ αὐτοὺς τοσαύτας τὸ πλῆθος ὡς ἥκιστα ἔχειν, ὥστε δὴ ἀθρόους παντὶ τῷ στρατῷ διαπορθμεύεσθαι τὸν Ἰόνιον κόλπον, ἢν δέ γε κατ̓ ὀλίγους ναυτίλλωνται, αὐτὸς ἂν τῷ καταλοίπῳ στρατῷ τῶν Γότθων τοὺς ἑκάστοτε ἀποβαίνοντας πόνῳ οὐδενὶ ἀναστείλειε. [24] τοιαύτῃ μὲν οὖν γνώμῃ τε Τουτίλας ἐπήγγελλε ταῦτα καὶ Τεΐας ἐποίει. [p. 336] Ναρσῇ δὲ λίαν ἀμηχανοῦντι Ἰωαννης Βιταλιανοῦ, τῶν τῇδε χωρίων ἐμπείρως ἔχων, παρῄνει παντὶ τῷ στρατῷ μὲν κατὰ τὴν παραλίαν ἰέναι, κατηκόων σφίσιν ὄντων, ὡς προδεδήλωται, τῶν τῇδε ἀνθρώπων, παρακολουθεῖν δὲ τῶν νηῶν τινὰς καὶ ἀκάτους πολλάς. [25] ἐπειδὰν γὰρ στρατὸς ἐπὶ ταῖς τῶν ποταμῶν ἐκβολαῖς γένωνται, γέφυραν ἐκ τῶν ἀκάτων τούτων τῷ τοῦ ποταμοῦ ῥοθίῳ ἐναρμοσάμενοι, ῥᾷον ἂν καὶ ἀπονώτερον ποιήσαιντο τὴν διάβασιν. μὲν Ἰωάννης ταῦτα παρῄνει, πείθεται δὲ Ναρσῆς, καὶ τῷ τρόπῳ τούτω παντὶ τῷ στρατῷ ἐπὶ Ῥαβέννης κομίζεται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: