previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

εἰ δὲ ὀρθῶς ἐπιλογίζομαι ταῦτ᾽ ἐγὼ καὶ ἔστιν ἐν ταύταις ταῖς ἀρεταῖς ἐνδεέστερος ἀνήρ, πάρεστι τῷ βουλομένῳ σκοπεῖν ἐπὶ τῆς ἀρτίως παρατεθείσης λέξεως ποιουμένῳ τὴν ἐξέτασιν. εὐθέως γοῦν τὴν πρώτην διάνοιαν ὀλίγοις ὀνόμασιν ἐξενεχθῆναι δυναμένην μακρὰν ποιεῖ κυκλογραφῶν καὶ δὶς τρὶς τὰ αὐτὰ λέγων. ἐνῆν μὲν οὖν ἐν τῷ πρώτῳ κώλῳ τῷτίς γὰρ ἂν ἄλλοθεν ἐπελθώντὸκαὶ μὴ συνδιεφθαρμένος ἡμῖν, ἀλλ᾽ ἐξαίφνης ἐπιστὰς τοῖς γινομένοις:” δυνάμει γὰρ ἄμφω ταὐτά. καὶ ἐν τῷοἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοιςτὸκαὶ τὴν πόλιν ἐκ τῶν τότε πραχθέντων ἐγκωμιάζειν ἀξιοῦμεν”: τὸ γὰρ αὐτὸ [p. 168] φιλοτιμεῖσθαί τε καὶ ἐπαινεῖν. καὶ ἐν τῷοὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεντὸἀλλὰ πᾶν τοὐναντίον”: ἤρκει γὰρ αὐτῶν εἰρῆσθαι θάτερον. ἐξῆν δέ γε μίαν ἐκ τοῖν δυοῖν ποιῆσαι περίοδον καὶ συντομωτέραν καὶ χαριεστέραν: “τίς γὰρ ἂν ἄλλοθεν ἐπελθὼν οὐκ ἂν μαίνεσθαι νομίσειεν ἡμᾶς, οἳ φιλοτιμούμεθα μὲν ἐπὶ τοῖς τῶν προγόνων ἔργοις, οὐδὲν δὲ τῶν αὐτῶν ἐκείνοις πράττομεν”; πολλὰ τοιαῦτά ἐστι παραπληρώματα καθ᾽ ἑκάστην ὀλίγου δεῖν περίοδον οὐκ ἀναγκαίαν ἔχοντα χώραν, ποιεῖ τὴν ἑρμηνείαν ἀμετροτέραν, τὴν δὲ περίοδον κομψοτέραν. μακρὰ μὲν οὖν λέξις οὕτως ἐστὶν αὐτῷ, πλατεῖα δὲ καὶ ἀσυγκρότητος πῶς; “κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὰς πόλεις τὰς Ἑλληνίδας καὶ βοηθοῦντες αὐταῖς τῆς ἡγεμονίας ἠξιώθησαν, ἡμεῖς δὲ καὶ καταδουλούμενοι καὶ τἀναντία τοῖς τότε πράττοντες ἀγανακτοῦμεν, εἰ μὴ τὴν αὐτὴν τιμὴν ἐκείνοις ἕξομεν”. ταῦτα κεκολπωμένα σφίγξαι μᾶλλον ἐνῆν καὶ στρογγυλώτερα ὧδέ πως ποιῆσαι: “κἀκεῖνοι μὲν ἐλευθεροῦντες τὴν Ἑλλάδα καὶ σῴζοντες ἐπὶ τὴν ἡγεμονίαν προῆλθον, ἡμεῖς δὲ καταδουλούμενοι καὶ διολλύντες ἀγανακτοῦμεν, εἰ μὴ τῶν ἴσων [p. 169] τευξόμεθα”. καὶ μετὰ ταῦτα διάνοια πλατέως τε εἴρηται καὶ ἀσυγκρότητός ἐστιν: “οἳ τοσοῦτον ἀπολελείμμεθα καὶ ταῖς διανοίαις καὶ τοῖς ἔργοις τῶν κατ᾽ ἐκεῖνον τὸν χρόνον γενομένων, ὅσον οἳ μὲν ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐκλιπεῖν ἐτόλμησαν καὶ μαχόμενοι καὶ ναυμαχοῦντες τοὺς βαρβάρους ἐνίκησαν”. ἐξῆν δέ γε αὐτῆς ἐπιστρέψαι τὸ πλάτος οὕτως ἐξενέγκαντα: “οἳ τοσούτῳ χείρους ἐσμὲν τῶν προγόνων, ὅσον οἳ μὲν ὑπὲρ τοῦ σῶσαι τοὺς Ἕλληνας τήν τε πατρίδα τὴν ἑαυτῶν ἐξέλιπον καὶ μαχόμενοι πρὸς τοὺς βαρβάρους ἐνίκησαν”. μυρία καὶ ταύτης ἐστὶ λαβεῖν τῆς ἀσθενείας δείγματα. ἔξω γὰρ ὀλίγων τινῶν, οἷς οὐκ ἐκ προνοίας μᾶλλον κατ᾽ αὐτοματισμὸν συμβέβηκε τὸ συνεστράφθαι, τἆλλα ἐν πλάτει λέγεται. ἄτονος δὲ δὴ καὶ λαβὰς οὐ κραταιὰς ἔχουσα πῶς ἐστιν λέξις; τῷ ἐπιφέρειν τινὰ τοῖς εἰρημένοις διάνοιαν τοιαύτην: “τοσοῦτον δὲ χείρους ἐσμὲν τῶν προγόνων οὐ μόνον τῶν εὐδοκιμησάντων ἀλλὰ καὶ τῶν μισηθέντων, ὅσον ἐκεῖνοι μὲν εἰ πολεμεῖν πρός τινα ψηφίσαιντο, μεστῆς οὔσης ἀργυρίου καὶ χρυσίου τῆς ἀκροπόλεως ὅμως ὑπὲρ τῶν δοξάντων τοῖς ἑαυτῶν σώμασιν ᾤοντο δεῖν κινδυνεύειν, ἡμεῖς δ᾽ εἰς τοσαύτην ἀπορίαν ἐληλυθότες καὶ τοσοῦτοι τὸ πλῆθος ὄντες, ὥσπερ βασιλεὺς μέγας μισθωτοῖς χρώμεθα [p. 170] τοῖς στρατοπέδοις”. φέρε δὲ πῶς ἐνῆν αὐτὴν εἰπεῖν στρογγυλωτέραν; “ἀλλὰ ταῦτα μὲν ἴσως χείρους ἐσμὲν τῶν προγόνων, τὰ δ᾽ ἄλλα βελτίους, οὐ λέγω τῶν εὐδοκιμησάντων, πόθεν γάρ; ἀλλὰ τῶν μισηθέντων. καὶ τίς οὐκ οἶδεν, ὅτι ἐκεῖνοι μὲν πλείστων ποτὲ πληρώσαντες χρημάτων τὴν ἀκρόπολιν οὐ κατεμισθοφόρουν τὸν κοινὸν πλοῦτον εἰς τοὺς πολεμίους, ἀλλὰ ἀπὸ τῶν ἰδίων εἰσφέροντες ἔστιν ὅτε καὶ τοῖς ἑαυτῶν σώμασι κινδυνεύειν ἠξίουν; ἡμεῖς δὲ οὕτως ὄντες ἄποροι καὶ τοσοῦτοι τὸ πλῆθος μισθοφόροις τοῖς στρατεύμασι πολεμοῦμεν ὥσπερ καὶ βασιλεὺς μέγας”. ἀλλὰ μὴν ὅτι γε ἄψυχός ἐστιν διάλεκτος αὐτοῦ καὶ οὐ παθητικὴ πνεύματός τε, οὗ μάλιστα δεῖ τοῖς ἐναγωνίοις λόγοις, ἐλαχίστην ἔχουσα μοῖραν, οἴομαι μὲν ἔγωγε καὶ χωρὶς ὑπομνήσεως ἅπασιν εἶναι φανερόν. εἰ δὲ ἄρα καὶ παραδειγμάτων δεῖ, πολλῶν ὄντων, τις ἂν εἰπεῖν ἔχοι, μιᾷ διανοίᾳ χρησάμενος ἀρκεσθήσομαι. διαδέχεται δὴ τὴν ὀλίγῳ πρότερον ἐξετασθεῖσαν ἀντίθεσιν ἑτέρα τοιαύτη τις ἀντίθεσις: “καὶ τότε μέν, εἰ τριήρεις ἐπληροῦμεν, τοὺς μὲν ξένους καὶ δούλους ναύτας ἐνεβιβάζομεν τοὺς δὲ πολίτας μεθ᾽ ὅπλων ἐξεπέμπομεν, νῦν δὲ τοῖς μὲν ξένοις ὁπλίταις χρώμεθα τοὺς δὲ πολίτας ἐλαύνειν ἀναγκάζομεν, ὥσθ᾽ ὁπόταν ἀποβαίνωσιν εἰς τὴν τῶν πολεμίων, οἱ μὲν ἄρχειν τῶν Ἑλλήνων ἀξιοῦντες ὑπηρέσιον ἔχοντες ἐκβαίνουσιν, οἱ δὲ τοιοῦτοι τὰς φύσεις ὄντες, οἵους [p. 171] ὀλίγῳ πρότερον εἶπον, μεθ᾽ ὅπλων κινδυνεύουσιν”. ἐν τούτοις οὐ μέμφομαι τὸν ἄνδρα τοῦ λήματοςγενναία γὰρ διάνοια καὶ δυναμένη κινῆσαι πάθος”, τὸ δὲ τῆς λέξεως λεῖον καὶ μαλακὸν αἰτιῶμαι. τραχεῖαν γὰρ ἔδει καὶ πικρὰν εἶναι καὶ πληγῇ τι παραπλήσιον ποιεῖν: δ᾽ ἔστιν ὑγρὰ καὶ ὁμαλὴ καὶ ὥσπερ ἔλαιον ἀψοφητὶ διὰ τῆς ἀκοῆς ῥέουσα, θέλγειν γέ τοι καὶ ἡδύνειν ζητοῦσα τὴν ἀκοήν. ἀλλ᾽ εὖ τοῖς σχήμασιν ἔχει πρὸς ἀγῶνας πολλοῖς οὖσι καὶ ποικίλοις καὶ διὰ τούτων παθαίνει τοὺς ἀκούοντας; πολλοῦ γε καὶ δεῖ. τὰ γὰρ ἐκλύοντα μάλιστα τὴν δύναμιν αὐτῆς καὶ ἀποστρέφοντα τὴν ἀκοὴν ταῦτ᾽ ἔστι τὰ μειρακιώδη πάρισα καὶ τὰ ψυχρὰ ἀντίθετα καὶ τὰ παραπλήσια τούτοις. αὐτίκα ἐν αὐτῇ ταύτῃ τῇ λέξει, περὶ ἧς λόγος, τό τε πρᾶγμα ὅλον ἐστὶν ἀντίθεσις καὶ τὰ κατὰ μέρος αὐτοῦ νοήματα ἓν πρὸς ἓν ἀντίκειται καὶ τῶν περιόδων ἑκάστη δι᾽ ἀντιθέτων κατεσκεύασται, ὥστ᾽ ἀποκναίειν τοὺς ἀκούοντας ἀηδίᾳ καὶ κόρῳ. δὲ λέγω, τοιοῦτόν ἐστι. πάσης διανοίας καὶ περιόδου καὶ λήμματος αἵ τε ἀρχαὶ καὶ αἱ ἐπιφοραὶ τοιαῦταί εἰσιν: οἳ μὲν γὰρ ἡμεῖς δέ, καί: κἀκεῖνοι μὲν ἡμεῖς δέ, καί: τότε μὲν νῦν δέ, καί: ὅσον οἳ μὲν ἡμεῖς δέ, καί: τοῦτο μὲν τοῦτο δέ. ταῦτ᾽ ἀπὸ τῆς ἀρχῆς ἕως τελευτῆς [p. 172] κεκύκλωκε. τροπαὶ δὲ καὶ μεταβολαὶ καὶ ποικιλίαι σχημάτων, πέφυκε λύειν τὸν τῆς διανοίας κόπον, οὐδαμοῦ. πολλὰ ἄν τις ἔχοι τοιαῦτα ἐπιτιμᾶν Ἰσοκράτει τῶν περὶ τὴν διάλεκτον ἐλλειμμάτων, ἀλλὰ καὶ ταῦθ᾽ ἱκανά.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: