previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταῦτα δὲ ἔστιν, τοῖς τρισὶ πλάσμασιν [p. 204] ὁμοίως παρέπεται καὶ ἔστι παντὸς λόγου Δημοσθενικοῦ μηνύματα χαρακτηριστικὰ καὶ ἀνυφαίρετα. ὑπομνήσω δὲ πρῶτον μέν, τοῖς ἄλλοις πλάσμασιν ἔφην ... ... ἰδίας ἀρετὰς συμβεβηκέναι τοῖς Δημοσθένους Λυσίου, ἵν᾽ εὐσύνοπτος μᾶλλον γένηταί μοι λόγος. δοκεῖ δή μοι τῶν μὲν ὑψηλῇ καὶ περιττῇ καὶ ἐξηλλαγμένῃ λέξει κεχρημένων κατὰ τὸ σαφέστερον καὶ κοινότερον τῇ ἑρμηνείᾳ κεχρῆσθαι προὔχειν Δημοσθένης. τούτων γὰρ ἐν πάσῃ κατασκευῇ στοχάζεται μέγεθος ἐχούσῃ καὶ ταύταις κέχρηται χαρακτηρικωτάταις ἀρεταῖς ἐπὶ τῆς ὑψηλῆς καὶ ξενοπρεποῦς ὀνομασίας ὥς γε μάλιστα. τῶν δὲ τὴν λιτὴν καὶ ἰσχνὴν καὶ ἀπέριττον ἐπιτηδευόντων φράσιν τῷ τόνῳ τῆς λέξεως ἐδόκει μοι διαλλάττειν καὶ τῷ βάρει καὶ τῇ στριφνότητι καὶ τῷ πικραίνειν ὡς ἐπὶ τὸ πολύ: ταῦτα γάρ ἐστιν ἐκείνου χαρακτηρικὰ τοῦ πλάσματος παρ᾽ αὐτῷ καὶ τὰ παραπλήσια τούτοις. τῶν δὲ τὴν μέσην διάλεκτον ἠσκηκότων, ἣν δὴ κρατίστην ἀποφαίνομαι, κατὰ ταυτὶ διαφέρειν αὐτὸν ὑπελάμβανον: κατὰ τὴν ποικιλίαν, κατὰ τὴν συμμετρίαν, κατὰ τὴν εὐκαιρίαν, ἔτι πρὸς τούτοις κατὰ τὸ παθητικόν τε καὶ ἐναγώνιον [p. 205] καὶ δραστήριον καὶ τελευταῖον τὸ πρέπον, τῶν ἄστρων ψαύει παρὰ Δημοσθένει. ταῦτα μὲν οὖν χωρὶς ἑκάστῳ τῶν τριῶν πλασμάτων παρακολουθεῖν ἔφην καὶ ἐκ τούτων ἠξίουν τὴν Δημοσθένους δύναμιν ... πεφυκότα μὲν καὶ τοῖς ἄλλοις παρακολουθεῖν πλάσμασι, κρατίστην δὲ ὄψιν ἔχοντα καὶ ἐκπρεπεστάτην ἐν τούτοις τοῖς χωρίοις. εἰ δέ τις ἀξιώσει συκοφαντεῖν τὴν διαίρεσιν, ἐπειδὴ τὰς κοινῇ παρακολουθούσας πᾶσι τοῖς πλάσμασιν ἀρετὰς τρίχα διανείμασα τὸ ἴδιον ἑκάσταις ἀποδίδωσιν, ἐκεῖνα ἂν εἴποιμι πρὸς αὐτόν, ὅτι καθ᾽ μάλιστα χωρίον ἑκάστη τῶν ἀρετῶν ὄψιν τε ἡδίστην ἔχει καὶ χρῆσιν ὠφελιμωτάτην, κατὰ τοῦτο τάττειν αὐτὴν ἀξιῶ, ἐπεὶ καὶ τῆς σαφηνείας καὶ τῆς συντομίας καὶ τοῦ πιθανοῦ χωρίον ἀποφαίνουσιν οἱ τεχνογράφοι τὴν διήγησιν οὐχ ὡς οὐκ ἀλλαχοῦ οὐδαμοῦ δέον ἐξετάξεσθαι τὰς ἀρετὰς ταύταςπάνυ γὰρ ἄτοπον”, ἀλλ᾽ ὡς ἐν τῇ διηγήσει δέον μάλιστα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: