previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐβουλόμην ἔτι πλείω παρασχέσθαι παραδείγματα τῆς τοῦ συγγραφέως ἀγωγῆς: ἰσχυροτέρα γὰρ πίστις οὕτως ἂν ἐγένετο. νῦν δ᾽ ἐξείργομαι, σπεύδων ἐπὶ τὰ προκείμενα καὶ ἅμα δόξαν ὑφορώμενος ἀκαιρίας. συγγνώσεται δή μοι καὶ Πλάτων θαυμάσιος, εἰ μὴ παραθήσομαι κἀκείνου λέξεις. γὰρ ὑπόμνησις ὡς ἐν εἰδόσιν ἱκανή. ταῦτα δὲ δὴ βουλόμενος τάς τε διαφορὰς τῶν ἁρμονιῶν καὶ τοὺς χαρακτῆρας αὐτῶν καὶ τοὺς πρωτεύσαντας ἐν αὐτοῖς διῆλθον, ἵν᾽, ἐπειδὰν ἀποφαίνωμαι γνώμην ὅτι τὴν μέσην τε καὶ μικτὴν ἁρμονίαν ἐπετήδευσεν Δημοσθένης, μηδεὶς ὑποτυγχάνῃ χάνῃ μοι ταῦτα λέγων: “αἱ γὰρ ἄκραι τίνες εἰσὶν ἁρμονίαι; καὶ τίς αὐτῶν ἑκατέρας φύσις καὶ τίς μῖξις κρᾶσις αὕτη; οὐδὲν γὰρ δὴ τῶν ... ἄκρων.” τούτου μὲν δὴ πρώτου χάριν, ὥσπερ ἔφην, ἐκεῖνα ἠναγκάσθην προειπεῖν, ἔπειτα, ἵνα μοι μὴ μονόκωλος μηδὲ αὐστηρὸς λόγος, ἀλλ᾽ ἔχῃ τινὰς εὐπαιδεύτους διαγωγάς. οὔτε γὰρ πιστοῦν τὰς τοιαύτας [p. 224] προσθήκας οὔτε ἀπαιτοῦντος τοῦ λόγου παραλιπεῖν καλῶς ἂν ἔχοι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: