previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐκ δὲ τῶν ἐναγωνίων αὐτοῦ λόγων, ὁπόσοι πρὸς δικαστήρια γεγόνασιν πρὸς ἐκκλησίας, τεκμαίρομαι, ὅτι ταύτην τὴν γνώμην ἀνὴρ εἶχεν. ὁρῶ γὰρ αὐτόν, εἴ ποτε λάβοι πράγματα χαριεστέρας δεόμενα κατασκευῆς, πανηγυρικὴν αὐτοῖς ἀποδιδόντα τῆς λέξεως ἁρμονίαν, ὡς ἐν τῷ κατὰ Ἀριστοκράτους πεποίηκε λόγῳ πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δ᾽ ἐν οἶς τὸν περὶ τῶν νόμων ἀποδίδωσι λόγον καὶ τὸν περὶ τῶν φονικῶν δικαστηρίων, ἐφ᾽ ἧς χρείας ἕκαστον αὐτῶν τέτακται: κἀν τῷ κατὰ Λεπτίνου περὶ τῆς ἀτελείας κατὰ πολλὰ μέρη, μάλιστα δ᾽ ἐν τοῖς ἐγκωμίοις τῶν εὐεργετῶν τῆς πόλεως Χαβρίου τε καὶ Κόνωνος καί τινων ἑτέρων, κἀν τῷ περὶ τοῦ στεφάνου καὶ ἐν ἄλλοις συχνοῖς. τοῦτο δὲ δή μοι πρῶτον ἐνθυμηθεὶς δοκεῖ συμμεθαρμόζεσθαι ταῖς ὑποθέσεσι τὸν χαρακτῆρα τῆς συνθέσεως τοῖς ὑποκειμένοις πράγμασι καὶ ἔτι μετὰ τοῦτο τὰς ἰδέας τοῦ λόγου καταμαθών, ὅτι οὐχ ἅπασαι τὸν αὐτὸν ἀπαιτοῦσιν οὔτε ἐκλογῆς ὀνομάτων κόσμον οὔτε συνθέσεως, ἀλλ᾽ αἳ μὲν τὸν γλαφυρώτερον αἳ δὲ τὸν αὐστηρότερον, καὶ τῇ τούτων ἀκολουθήσας χρείᾳ τὰ μὲν προοίμια καὶ τὰς διηγήσεις ποιεῖν τὸ πλεῖον ἐχούσας τοῦ σεμνοῦ τὸ ἡδύ, τὰς δὲ πίστεις καὶ τοὺς ἐπιλόγους τῆς μὲν ἡδείας συνθέσεως ἐλάττω [p. 230] μοῖραν ἐχούσας, τῆς δὲ αὐστηρᾶς καὶ πεπινωμένης πλείω. ἐν αἷς μὲν γὰρ δεῖ κολακευθῆναι τὸν ἀκροατὴν καὶ παρακολουθῆσαι τοῖς πράγμασι κακῶν ἀλλοτρίων διηγήσεις αὐχμηρὰς ἐνίοτε καὶ ἀηδεῖς ἀκούοντα, ἔνθα εἰ μὴ τὸ παρηδῦνον σύνθεσις ἐπενέγκοι παραμυθήσαιτο τὸν τῆς διανοίας κόπον, οὐχ ἕξουσιν αἱ πίστεις βάσιν ἀσφαλῆ: ἐν οἷς δὲ τὰ πρὸς τὴν ἀλήθειαν καὶ τὸ συμφέρον συντείνοντα λέγεσθαι: ταῦτα δὲ ἁπλοϊκῶς πως καὶ γενναίως καὶ μετὰ σεμνότητος αὐστηρᾶς ἀπαιτοῦσιν οἱ πολλοὶ μανθάνειν, τὸ δὲ κωτίλον ἐν τούτοις καὶ ἀπατηλὸν ὥραν οὐκ ἔχει ἐπὶ τῶν ἐναγωνίων λόγων. οὐ τὴν αὐτὴν οὖν ἐπιστάμενος ἁπάντων φύσιν οὐδὲ τοὺς αὐτοὺς ᾤετο δεῖν πᾶσι προσήκειν κόσμους, ἀλλὰ τοῖς μὲν δημηγορικοῖς τὸ ἀξίωμα καὶ τὴν μεγαληγορίαν μᾶλλον ἁρμόττειν, τοῖς δὲ δικανικοῖς, ἔνθα τῶν ἀλλοτρίων ἀκουστὴς γίνεται κακῶν δικαστής, ψυχῆς τε καὶ τῶν ἄλλων, ὅσα τιμιώτατά ἐστιν ἀνθρώποις, ἀγών, τὴν χάριν καὶ τὴν ἡδονὴν καὶ τὴν ἀπάτην καὶ τὰ παραπλήσια τούτοις. διὰ τοῦτο ἐν μὲν ταῖς συμβουλαῖς καὶ μάλιστα ταῖς κατὰ Φιλίππου κατακορεστέραις κέχρηται ταῖς αὐστηραῖς ἁρμονίαις, ἐν δὲ τοῖς πρὸς τὰ δικαστήρια συνταχθεῖσι ταῖς γλαφυραῖς. καὶ αὐτῶν δὲ τῶν δικανικῶν πάλιν ἐν μὲν τοῖς δημοσίοις, ἔνθα [p. 231] τὸ ἀξίωμα ἔδει τῆς πόλεως φυλάξαι, ταῖς μεγαλοπρεπεστέραις πλείοσιν, ἐν δὲ τοῖς ἰδιωτικοῖς ἐλάττοσι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: