previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

συνελόντι δ᾽ εἰπεῖν, οὐ μόνον παρὰ τὰς ἰδιότητας τῶν λόγων καὶ τὰς παραλλαγὰς τῶν ὑποθέσεων διαφόρους ᾤετο δεῖν ποιεῖσθαι τὰς κράσεις τῶν ἐν τῇ συνθέσει χαρακτήρων, ἀλλὰ καὶ παρ᾽ αὐτὰ τὰ γένη τῶν ἐπιχειρημάτων τὰ συμπληρωτικὰ μέρη διαφόρους ἔχοντα τὰς φύσεις ὁρῶν διαλλαττούσαις κατασκευαῖς τῆς ἁρμονίας ἐπειρᾶτο κοσμεῖν, ἄλλως μὲν τὰς γνωμολογίας συντιθείς, ἄλλως δὲ τὰ ἐνθυμήματα, διαφόρως δὲ τὰ παραδείγματα. πολὺς ἂν εἴη λόγος, εἰ τὰς διαφορὰς ἁπάσας βουλοίμην λέγειν, ὅσας ἐκεῖνος δαιμόνιος ἀνὴρ ὁρῶν καὶ πρὸς χρῶμα ἕκαστον αἰεὶ σχηματίζων τὸν λόγον, ἀνέσει τε καὶ ἐπιτάσει ταμιευόμενος τῶν ἁρμονιῶν ἑκατέραν, τοὺς καλοὺς ἐκείνους λόγους ἀνέπλασεν. παραδειγμάτων δ᾽ οὐκ οἴομαι δεῖν ἐνταῦθα, ἵνα μοι μείζονα πίστιν λόγος λάβῃ τῶν ἔργων τοῦ ῥήτορος ἐξεταζομένων, εἰ τοιαῦτά ἐστιν, οἷα λέγω. πολὺ γὰρ ἂν σύνταξις τὸ μῆκος λάβοι, καὶ δέος, μή ποτε εἰς τοὺς σχολικοὺς ἐκβῇ χαρακτῆρας ἐκ τῶν ὑπομνηματικῶν. ὀλίγα δὲ ληφθέντα τῶν πολλῶν ἱκανὰ τεκμήρια, καὶ ἅμα πρὸς ἐπισταμένουςοὐ γὰρ δή γε τοῖς ἀπείροις τοῦ ἀνδρὸς τάδε γράφωτὸ δεῖξαι τὰ πράγματα συμβολικῶς ἀπόχρη. ἐπάνειμι δ᾽ οὖν ἐπὶ τὰ λοιπά, ὧν ἐν ἀρχῇ προὐθέμην ἐρεῖν. [p. 232]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: