previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ ἑτέρα λέξις λιτὴ καὶ ἀφελὴς καὶ δοκοῦσα κατασκευήν τε καὶ ἰσχὺν τὴν πρὸς ἰδιώτην ἔχειν λόγον καὶ ὁμοιότητα πολλοὺς μὲν ἔσχε καὶ ἀγαθοὺς ἄνδρας προστάτας συγγραφεῖς τε καὶ φιλοσόφους καὶ ῥήτορας. καὶ γὰρ οἱ τὰς γενεαλογίας ἐξενέγκαντες καὶ οἱ τὰς τοπικὰς ἱστορίας πραγματευσάμενοι καὶ οἱ τὰ φυσικὰ φιλοσοφήσαντες καὶ οἱ τῶν ἠθικῶν διαλόγων ποιηταί, ὧν ἦν τὸ Σωκρατικὸν διδασκαλεῖον πᾶν ἔξω Πλάτωνος, καὶ οἱ τοὺς δημηγορικοὺς δικανικοὺς συνταττόμενοι λόγους ὀλίγου δεῖν πάντες ταύτης ἐγένοντο τῆς προαιρέσεως. ἐτελείωσε δ᾽ αὐτὴν καὶ εἰς ἄκρον ἤγαγε τῆς ἰδίας ἀρετῆς Λυσίας Κεφάλου, κατὰ τοὺς αὐτοὺς χρόνους Γοργίᾳ τε καὶ Θουκυδίδῃ γενόμενος. τίς δὲ ἦν προαίρεσις αὐτοῦ καὶ τίς δύναμις, ἐν τῇ πρὸ ταύτης δεδήλωται γραφῇ καὶ οὐδὲν δεῖ νῦν πάλιν ὑπὲρ τῶν αὐτῶν λέγειν. ἀρκέσει δὲ τοσοῦτο μόνον εἰπεῖν, ὅτι τὴν διαπασῶν ἁρμονίαν οὗτοι πρὸς ἀλλήλους οἱ ἄνδρες ἡρμόσαντο, τάς ἀκρότητας ἀμφοτέρας τῆς λέξεως, αἳ πλεῖστον ἀλλήλων ἀπέχουσι, δαιμονίᾳ σπουδῇ προελόμενοί τε καὶ τελειώσαντες. καὶ [p. 131] ὅνπερ νήτη πρὸς ὑπάτην ἐν μουσικῇ λόγον ἔχει, τοῦτον Λυσίου λέξις ἐν πολιτικῇ διαλέκτῳ πρὸς τὴν Θουκυδίδου. μὲν γὰρ καταπλήξασθαι δύναται τὴν διάνοιαν, δὲ ἡδῦναι, καὶ μὲν συστρέψαι καὶ συντεῖναι τὸν νοῦν, δὲ ἀνεῖναι καὶ μαλάξαι, καὶ εἰς πάθος ἐκείνη προαγαγεῖν, εἰς δὲ ἦθος αὕτη καταστῆσαι. πλὴν ἀλλὰ καὶ τὸ μὲν βιάσασθαι καὶ προσαναγκάσαι τι τῆς Θουκυδίδου λέξεως ἴδιον, τὸ δ᾽ ἀπατῆσαι καὶ κλέψαι τὰ πράγματα τῆς Λυσίου. καὶ μὲν νεωτεροποιία καὶ τὸ τολμηρὸν τῆς τοῦ συγγραφέως οἰκεῖον ἰδέας, δ᾽ ἀσφάλεια καὶ τὸ ἀκίνδυνον τῆς τοῦ ῥήτορος. ... ὅτι οὐκ ἐν ἐπιτηδεύσει φαίνεται ... ἀνεπιτήδευτον εἶναι θέλει. κατεσκεύασται μὲν οὖν ἑκατέρα καὶ εἰς ἄκρον γε ἥκει τῆς ἰδίας κατασκευῆς: ῥέπει δὲ μὲν ἐπὶ τὸ μᾶλλον πέφυκεν εἶναι δοκεῖν, δὲ ἐπὶ τὸ ἧττον. παραδειγμάτων δὲ καὶ ταύτης τῆς λέξεως οὐθὲν ἐν τῷ παρόντι οἶμαι δεῖν. δύο μὲν δὴ χαρακτῆρες οὗτοι λέξεως, τοσοῦτον ἀλλήλων διάφοροι κατὰ τὰς ἀγωγάς, καὶ ἄνδρες οἱ πρωτεύσαντες ἐν αὐτοῖς, [p. 132] οὓς διεξῆλθον, δεινοὶ μὲν ἐν τοῖς αὑτῶν ἔργοις ἀμφότεροι, καθ᾽ δὲ ἴσοι ἀλλήλων ἦσαν, ἀτελεῖς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: