previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τρίτη λέξεως . . . ἦν μικτή τε καὶ σύνθετος ἐκ τούτων τῶν δυεῖν, ἣν μὲν πρῶτος ἁρμοσάμενος καὶ καταστήσας εἰς τὸν νῦν ὑπάρχοντα κόσμον εἴτε Θρασύμαχος Καλχηδόνιος ἦν, ὡς οἴεται Θεόφραστος, εἴτε ἄλλος τις, οὐκ ἔχω λέγειν. οἱ δὲ ἐκδεξάμενοι καὶ ἀναθρέψαντες καὶ οὐ πολὺ ἀποσχόντες τοῦ τελειῶσαι ῥητόρων μὲν Ἰσοκράτης Ἀθηναῖος ἐγένετο, φιλοσόφων δὲ Πλάτων Σωκρατικός: τούτων γὰρ ἀμήχανον εὑρεῖν τῶν ἀνδρῶν ἑτέρους τινὰς ἔξω Δημοσθένους τἀναγκαῖα καὶ χρήσιμα κρεῖττον ἀσκήσαντας τὴν καλλιλογίαν καὶ τὰς ἐπιθέτους κατασκευὰς βέλτιον ἀποδειξαμένους. μὲν οὖν Θρασυμάχου λέξις, εἰ δὴ πηγή τις ἦν ὄντως τῆς μεσότητος, αὐτὴν τὴν προαίρεσιν ἔοικεν ἔχειν σπουδῆς ἀξίαν: κέκραται γὰρ εὖ πως καὶ αὐτὸ τὸ χρήσιμον εἴληφεν ἑκατέρας. δυνάμει δὲ ὡς οὐκ ἴσῃ τῇ βουλήσει κέχρηται, παράδειγμα ἐξ ἑνὸς τῶν δημηγορικῶν λόγων τόδε: “ἐβουλόμην μέν, ἄνδρες Ἀθηναῖοι, μετασχεῖν ἐκείνου τοῦ χρόνου τοῦ παλαιοῦ καὶ τῶν πραγμάτων, [p. 133] ἡνίκα σιωπᾶν ἀπέχρη τοῖς νεωτέροις, τῶν τε πραγμάτων οὐκ ἀναγκαζόντων ἀγορεύειν καὶ τῶν πρεσβυτέρων ὀρθῶς τὴν πόλιν ἐπιτροπευόντων. ἐπειδὴ δ᾽ εἰς τοιοῦτον ἡμᾶς ἀνέθετο χρόνον δαίμων, ὥστε . . . τῆς πόλεως ἀκούειν, τὰς δὲ συμφορὰς . . αὐτοὺς καὶ τούτων τὰ μέγιστα μὴ θεῶν ἔργα εἶναι μηδὲ τῆς τύχης ἀλλὰ τῶν ἐπιμεληθέντων, ἀνάγκη δὲ λέγειν. γὰρ ἀναίσθητος καρτερικώτατός ἐστιν, ὅστις ἐνεξαμαρτάνειν ἑαυτὸν ἔτι παρέξει τοῖς βουλομένοις καὶ τῆς ἑτέρων ἐπιβουλῆς τε καὶ κακίας αὐτὸς ὑποσχήσει τὰς αἰτίας. ἅλις γὰρ ἡμῖν παρελθὼν χρόνος καὶ ἀντὶ μὲν εἰρήνης ἐν πολέμῳ γενέσθαι καὶ κινδύνῳ, εἰς τόνδε τὸν χρόνον τὴν μὲν παρελθοῦσαν ἡμέραν ἀγαπῶσι, τὴν δ᾽ ἐπιοῦσαν δεδιόσιν, ἀντὶ δ᾽ ὁμονοίας εἰς ἔχθραν καὶ ταραχὰς πρὸς ἀλλήλους ἀφικέσθαι. καὶ τοὺς μὲν ἄλλους τὸ πλῆθος τῶν ἀγαθῶν ὑβρίζειν τε ποιεῖ καὶ στασιάζειν, ἡμεῖς δὲ μετὰ μὲν τῶν ἀγαθῶν ἐσωφρονοῦμεν, ἐν δὲ τοῖς κακοῖς ἐμάνημεν, τοὺς ἄλλους σωφρονίζειν εἴωθεν. τί δῆτα μέλλοι τις ἂν γεγωνίσκειν εἰπεῖν, ὅτῳ γε . . . λυπεῖσθαι ἐπὶ τοῖς [p. 134] παροῦσι καὶ νομίζειν ἔχειν τι τοιοῦτον, ὡς μηδὲν ἔτι τοιοῦτον ἔσται; πρῶτον μὲν οὖν τοὺς διαφερομένους πρὸς ἀλλήλους καὶ τῶν ῥητόρων καὶ τῶν ἄλλων ἀποδείξω γε παρὰ λόγον πεπονθότας πρὸς ἀλλήλους, ὅπερ ἀνάγκη τοὺς ἄνευ γνώμης φιλονικοῦντας πάσχειν: οἰόμενοι γὰρ ἐναντία λέγειν ἀλλήλοις οὐκ αἰσθάνονται τὰ αὐτὰ πράττοντες οὐδὲ τὸν τῶν ἑτέρων λόγον ἐν τῷ σφετέρῳ λόγῳ ἐνόντα. σκέψασθε γὰρ ἐξ ἀρχῆς, ζητοῦσιν ἑκάτεροι. πρῶτον μὲν πάτριος πολιτεία ταραχὴν αὐτοῖς παρέχει ῥᾴστη γνωσθῆναι καὶ κοινοτάτη τοῖς πολίταις οὖσα πᾶσιν. ὁπόσα μὲν οὖν ἐπέκεινα τῆς ἡμετέρας γνώμης ἐστίν, † ἀκούειν ἀνάγκη λέγειν τῶν παλαιοτέρων, ὁπόσα δ᾽ αὐτοὶ ἐπεῖδον οἱ πρεσβύτεροι, ταῦτα δὲ παρὰ τῶν εἰδότων πυνθάνεσθαι.” τοιαύτη μὲν οὖν τις Θρασυμάχειος ἑρμηνεία, μέση τοῖν δυεῖν καὶ εὔκρατος καὶ εἰς ἀμφοτέρους τοὺς χαρακτῆρας ἐπίκαιρον ἀφετήριον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: