previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τοῖς πρώτοις μορίοις τῆς λέξεως, δὴ στοιχεῖα ὑπό τινων καλεῖται, εἴτε τρία ταῦτ᾽ ἐστίν, ὡς Θεοδέκτῃ τε καὶ Ἀριστοτέλει δοκεῖ, ὀνόματα καὶ ῥήματα καὶ σύνδεσμοι, εἴτε τέτταρα, ὡς τοῖς περὶ Ζήνωνα τὸν [p. 233] Στωικόν, εἴτε πλείω, δύο ταῦτα ἀκολουθεῖ μέλος καὶ χρόνος ἴσα. κατὰ μὲν δὴ τὰς ὀξύτητάς τε καὶ βαρύτητας αὐτῶν τάττεται τὸ μέλος, κατὰ δὲ τὰ μήκη καὶ τὰς βραχύτητας χρόνος. οὗτος δὲ γίγνεται ῥυθμός, εἴτε ἀπὸ δυεῖν ἀρξάμενος συνίστασθαι βραχειῶν, ὥσπερ οἴονταί τινες καὶ καλοῦσι τὸν οὕτως κατασκευασθέντα ῥυθμὸν ἡγεμόνα, πρῶτον ἔχοντα λόγον τῶν ἴσων ἄρσει τε καὶ θέσει χρόνων, εἴτε ἀπὸ τριῶν βραχειῶν, ὡς τοῖς περὶ Ἀριστόξενον ἔδοξεν, ὃς ἐν τῷ διπλασίῳ κατεσκεύασται λόγῳ πρῶτον. τοῖς δ᾽ ἐκ τῶν πρώτων μορίων τῆς λέξεως συντιθεμένοις τό τε μέλος εἰς αὔξησιν ἤδη συμπροάγει καὶ οἱ ῥυθμοὶ προβαίνουσιν εἰς τὰ καλούμενα μέτρα. ὅταν δὲ μέλλῃ τούτων ἑκάτερον ὑπεραίρειν τὸ μέτρον, μεταβολὴ τότε εἰσελθοῦσα ταμιεύεται τὸ οἰκεῖον αὐτῶν ἀγαθὸν ἑκατέρου. ἐπειδὰν δὲ τὴν ἁρμόττουσαν ταῦτα χώραν λάβῃ, τότε ἀποδίδωσιν αὐτοῖς τὴν προσήκουσαν ὥραν τὸ πρέπον. καὶ τοῦτο οὐ χαλεπὸν ἐπὶ τῶν τῆς μουσικῆς ἔργων καταμαθεῖν. φέρε γάρ, εἴ τις ᾠδαῖς κρούμασιν ὀργάνων τὸ κάλλιστον ἐντείνας μέλος ῥυθμοῦ μηδένα ποιοῖτο λόγον, ἔσθ᾽ ὅπως ἄν τις ἀνάσχοιτο τῆς τοιαύτης μουσικῆς; τί δέ; εἰ τούτων μὲν ἀμφοτέρων προνοηθείη μετρίως, μένοι δ᾽ ἐπὶ τῆς αὐτῆς μελῳδίας [p. 234] καὶ τῶν αὐτῶν ῥυθμῶν, οὐδὲν ἐξαλλάττων οὐδὲ ποικίλλων, ἆρ᾽ οὐχ ὅλον ἂν διαφθείροι τὸ ἀγαθόν; εἰ δὲ καὶ τούτου στοχάσαιτο, μηδεμίαν δὲ πρόνοιαν ἔχων φαίνοιτο τοῦ πρέποντος τοῖς ὑποκειμένοις, οὐκ ἀνόνητος αὐτῷ πᾶς περὶ ἐκεῖνα ἔσται πόνος; ἐμοί γ᾽ οὖν δοκεῖ. ταῦτα δὴ καταμαθὼν Δημοσθένης τά τε μέλη τῶν ὀνομάτων καὶ κώλων καὶ τοὺς χρόνους αὐτῶν ἐπιλογιζόμενος οὕτω συναρμόττειν αὐτὰ ἐπειρᾶτο, ὥστ᾽ ἐμμελῆ φαίνεσθαι καὶ εὔρυθμα, ἐξαλλάττειν τε καὶ ποικίλλειν ἑκάτερον αὐτῶν ἐπειρᾶτο μυρίοις ὅσοις σχήμασι καὶ τρόποις καὶ τοῦ πρέποντος ὅσην οὐδεὶς τῶν περὶ λόγους σπουδαζόντων ἐποιεῖτο δόσιν. ἐνθυμηθεὶς δέ, ὥσπερ ἔφην, ὡς διὰ τῶν αὐτῶν τούτων θεωρημάτων τε ἡδὺς γίνεται λόγος καὶ καλός, ἐσκόπει πάλιν, τί ποτε ἦν τὸ αἴτιον, ὅτι τὰ αὐτὰ οὐ τῶν αὐτῶν ἦν ποιητικά. εὕρισκε δὴ τῶν τε μελῶν οὔσας διαφοράς, αἳ ποιοῦσιν μὲν ἀξιωματικὰ φαίνεσθαι αὐτῶν δὲ γλαφυρά, ὥσπερ ἐν τοῖς μουσικοῖς ἔχει πρὸς τὴν ἁρμονίαν τὸ χρῶμα, κἀν τοῖς ῥυθμοῖς δὲ τὸ παραπλήσιον γινόμενον, ὥστε τοὺς μὲν ἀξιωματικοὺς αὐτῶν φαίνεσθαι καὶ μεγαλοπρεπεῖς, τοὺς δὲ τρυφεροὺς καὶ μαλακούς. ἔν τε ταῖς μεταβολαῖς τοτὲ μὲν τὸ ἀρχαιοπρεπὲς καὶ αὐστηρόν, τοτὲ δὲ τὸ μελιχρὸν [p. 235] καὶ φιλόκαινον ἐμφαινόμενον. τό τε δὴ πρέπον ἁπάντων μάλιστα μεγάλην παρέχον εἰς ἑκάτερον αὐτῶν ῥοπήν. συνιδὼν δὴ ταῦτα, ὁπότε μὲν τοῦ καλοῦ πλείονος δεῖν αὑτῷ τῇ κατασκευῇ ὑπολάβοι, τάς τε ἐμμελείας ἐποίει μεγαλοπρεπεῖς καὶ τοὺς ῥυθμοὺς ἀξιωματικοὺς καὶ τὰς μεταβολὰς γενναίας. ὁπότε δὲ τῆς ἑτέρας αὐτῷ φανείη δεῖσθαι συνθέσεως λέξις, πάντα ταῦτα κατεβίβαζεν ἐπὶ τὸ μουσικώτερον. καὶ μηδεὶς ὑπολάβῃ θαυμαστὸν εἶναι τὸν λόγον, εἰ καὶ τῇ πεζῇ λέξει φημὶ δεῖν ἐμμελείας καὶ εὐρυθμίας καὶ μεταβολῶν, ὥσπερ ταῖς ᾠδαῖς καὶ τοῖς ὀργάνοις, εἰ μηδενὸς τούτων ἀντιλαμβάνεται τῆς Δημοσθένους ἀκούων λέξεως, μηδὲ κακουργεῖν με ὑπολάβῃ τὰ προσόντα τῇ ψιλῇ λέξει προσμαρτυροῦντα. ἔχει γὰρ ταῦτα καλῶς κατεσκευασμένη λέξις καὶ μάλιστά γε τοῦδε τοῦ ῥήτορος. τῇ δ᾽ εὐκαιρίᾳ καὶ τῇ ποσότητι τὴν αἴσθησιν διαλανθάνει: τὰ μὲν γὰρ συγκέχυται, τὰ δὲ συνέφθαρται, τὰ δ᾽ ἄλλῳ τινὶ τρόπῳ τὴν ἀκρίβειαν ἐκβέβηκεν τῆς κατασκευῆς, ὥστε αὐτὴν ἐξηλλάχθαι δοκεῖν τῷ παντὶ καὶ κατὰ μηδὲν ἐοικέναι τοῖς ποιήμασιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: