previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τουτὶ μὲν οὖν τὸ μέρος, ὡς οὐ πολλοῦ λόγου δεόμενον, λέγω δὴ τὸ περιττὸν εἶναι συνθέτην ὀνομάτων τὸν Δημοσθένην, μαρτυρίαις τε ἀξιοχρέοις καὶ τῷ μηδένα τἀναντία ἔχειν εἰπεῖν βεβαιούμενον ἐάσω. τίς δὲ τῆς ἁρμονίας αὐτοῦ χαρακτὴρ καὶ ἀπὸ ποίας γέγονεν ἐπιτηδεύσεως τοιοῦτος καὶ πῶς ἄν τις αὐτὸν διαγνοίη παρεξετάζων ἑτέροις, ταυτὶ πειράσομαι λέγειν, ἐκεῖνα προειπών. πολλή τις ἐγένετο ἐν τοῖς ἀρχαίοις ἐπιθυμία καὶ πρόνοια τοῦ καλῶς ἁρμόττειν τὰ ὀνόματα ἔν τε μέτροις καὶ δίχα μέτρων, καὶ πάντες, ὅσοι σπουδαίας ἐβουλήθησαν ἐξενεγκεῖν γραφάς, οὐ μόνον ἐζήτησαν ὀνομάσαι τὰ νοήματα καλῶς, ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα εὐκόσμῳ συνθέσει περιλαβεῖν: πλὴν οὐ τὴν αὐτήν γε πάντες ἐπετήδευσαν ἁρμονίαν, ὥστ᾽ οὐδὲ κατὰ τὰς αὐτὰς ἦλθον ἅπαντες ὁδούς. τούτου δ᾽ αἰτίας οἴομαι γενέσθαι πολλάς. πρώτην μὲν τὴν ἑκάστου φύσιν, ἄλλοι πρὸς ἄλλα πεφύκαμεν εὖ, δευτέραν δὲ τὴν ἐκ λόγου καὶ προαιρέσεως ἐμφυομένην δόξαν, δι᾽ ἣν τὰ μὲν ἀσπαζόμεθα, τοῖς δ᾽ ἐπαχθόμεθα, τρίτην δὲ τὴν ἐκ συνηθείας χρονίου κατασκευαζομένην ὑπόληψιν ὡς σπουδῆς ἀξίων, ὧν ἂν τοὺς ἐθισμοὺς λάβωμεν, τετάρτην ἔτι τὴν πρὸς οὓς ἂν φιλοτιμούμενοι τυγχάνωμεν, [p. 209] ὁποἶ ἄττα ἂν ἐκεῖνοι ζηλῶσιν, ἀναφοράν τε καὶ μίμησιν: ἔχοι δ᾽ ἄν τις καὶ ἄλλα λέγειν, ἀλλὰ ἐγὼ τὰ φανερώτατα εἰπὼν ἐῶ τὰ λοιπά. ὅθεν οἳ μὲν τὴν εὐσταθῆ καὶ βαρεῖαν καὶ αὐστηρὰν καὶ φιλάρχαιον καὶ σεμνὴν καὶ φεύγουσαν ἅπαν τὸ κομψὸν ἐπιτηδεύουσιν ἁρμονίαν, οἳ δὲ τὴν γλαφυρὰν καὶ λιγυρὰν καὶ θεατρικὴν καὶ πολὺ τὸ κομψὸν καὶ μαλακὸν ἐπιφαίνουσαν, πανηγύρεις τε κηλοῦνται καὶ συμφορητὸς ὄχλος, οἳ δὲ συνθέντες ἀφ᾽ ἑκατέρας τὰ χρησιμώτατα τὴν μικτὴν καὶ μέσην ἐζήλωσαν ἀγωγήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: