previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅταν μέν τινα τῶν Ἰσοκράτους ἀναγινώσκω λόγων, εἴτε τῶν πρὸς τὰ δικαστήρια καὶ τὰς ἐκκλησίας γεγραμμένων τῶν ... ἐν ἤθει σπουδαῖος γίνομαι καὶ πολὺ τὸ εὐσταθὲς ἔχω τῆς γνώμης, ὥσπερ οἱ τῶν σπονδείων αὐλημάτων τῶν Δωρίων τε κἀναρμονίων μελῶν ἀκροώμενοι. ὅταν δὲ τῶν Δημοσθένους τινὰ λάβω λόγων, ἐνθουσιῶ τε καὶ δεῦρο κἀκεῖσε ἄγομαι, πάθος ἕτερον ἐξ ἑτέρου μεταλαμβάνων, ἀπιστῶν, ἀγωνιῶν, δεδιώς, καταφρονῶν, μισῶν, ἐλεῶν, εὐνοῶν, ὀργιζόμενος, φθονῶν, ἅπαντα τὰ πάθη μεταλαμβάνων, ὅσα κρατεῖν πέφυκεν ἀνθρωπίνης γνώμης: διαφέρειν τε οὐδὲν ἐμαυτῷ δοκῶ τῶν τὰ μητρῷα καὶ τὰ κορυβαντικὰ καὶ ὅσα τούτοις παραπλήσιά ἐστι, τελουμένων, εἴτε ὀσμαῖς ἐκεῖνοί γε ... εἴτε ἤχοις εἴτε τῶν δαιμόνων πνεύματι αὐτῶν κινούμενοι τὰς πολλὰς καὶ ποικίλας [p. 177] ἐκεῖνοι λαμβάνουσι φαντασίας. καὶ δή ποτε καὶ ἐνεθυμήθην, τί ποτε τοὺς τότε ἀνθρώπους ἀκούοντας αὐτοῦ λέγοντος ταῦτα πάσχειν εἰκὸς ἦν. ὅπου γὰρ ἡμεῖς οἱ τοσοῦτον ἀπηρτημένοι τοῖς χρόνοις καὶ οὐθὲν πρὸς τὰ πράγματα πεπονθότες οὕτως ὑπαγόμεθα καὶ κρατούμεθα καί, ὅποι ποτ᾽ ἂν ἡμᾶς λόγος ἄγῃ, πορευόμεθα, πῶς τότε Ἀθηναῖοί τε καὶ οἱ ἄλλοι Ἕλληνες ἤγοντο ὑπὸ τοῦ ἀνδρὸς ἐπὶ τῶν ἀληθινῶν τε καὶ ἰδίων ἀγώνων, αὐτοῦ λέγοντος ἐκείνου τὰ ἑαυτοῦ μετὰ τῆς ἀξιώσεως, ἧς εἶχε, τὴν αὐτοπάθειαν καὶ τὸ παράστημα τῆς ψυχῆς ἀποδεικνυμένου, κοσμοῦντος ἅπαντα καὶ χρωματίζοντος τῇ πρεπούσῃ ὑποκρίσει, ἧς δεινότατος ἀσκητὴς ἐγένετο, ὡς ἅπαντές τε ὁμολογοῦσι καὶ ἐξ αὐτῶν ἰδεῖν ἔστι τῶν λόγων, ὧν ἄρτι προηνεγκάμην, οὓς οὐκ ἔνι τῷ βουλομένῳ ἐν ἡδονῇ ὡς ἀνάγνωσμα διελθεῖν, ἀλλ᾽ αὐτοὶ διδάσκουσι, πῶς αὐτοὺς ὑποκρίνεσθαι δεῖ, νῦν μὲν εἰρωνευόμενον, νῦν δὲ ἀγανακτοῦντα, νῦν δὲ νεμεσῶντα, δεδιττόμενόν τε αὖ καὶ θεραπεύοντα καὶ νουθετοῦντα καὶ παρορμῶντα καὶ πάνθ᾽, βούλεται ποιεῖν λέξις, ἀποδεικνύμενον ἐπὶ τῆς προφορᾶς. εἰ δὴ τὸ διὰ τοσούτων ἐτῶν ἐγκαταμισγόμενον τοῖς βυβλίοις πνεῦμα τοσαύτην ἰσχὺν ἔχει καὶ οὕτως ἀγωγόν ἐστι τῶν ἀνθρώπων, [p. 178] που τότε ὑπερφυές τι καὶ δεινὸν χρῆμα ἦν ἐπὶ τῶν ἐκείνου λόγων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: