previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐῶμεν καὶ τοῦτο, πῶς δὲ τῆς δωρεᾶς αὐτῆς εἶπε τὸ μέγεθος, ἐξετάσωμεν: “ὧι κάλλιστα καὶ ἄριστα τρέφεται τὸ ἀνθρώπειον γένος.” εἰ τῶν ἐπιγείων τις ἡμῶν καὶ χαμαὶ ἐρχομένωνκάλλιστα καὶ ἄρισταεἶπεν, ὅσον ἂν ἐκίνησε γέλωτα; πλὴν ἀφείσθω καὶ τοῦτο. “τούτου δὲ τοῦ καρποῦ οὐκ ἐφθόνησεν, ἀλλ᾽ ἔνειμε καὶ τοῖς ἄλλοις.” εἴ τις βουλήσεται παράδειγμα λαβεῖν ... μένης λέξεως, τοῦ καρποῦ μὴ φθονήσασα γῆ οὐχὶ πρώτη παρακείσεται;ἐμοὶ μὲν γὰρ δοκεῖ. δὲ μεταδοῦσα τῶν ἑαυτῆς ἀγαθῶν ἅπασιν ἀνθρώποις καὶ τηλικούτῳ κατασπείρασα πλούτῳ βάρβαρόν τε καὶ Ἑλλάδα γῆν τούτοις ἀξία κοσμεῖσθαι τοῖς ῥήμασιν, ὅτι οὐκ ἐφθόνησε τῶν σπερμάτων καὶ ὅτι ἔνειμεν αὐτὰ τοῖς ἄλλοις; οὐ τοῦ μὲνμὴ φθονῆσαι τοῖς πέλαςοὐδὲ μεμνῆσθαι τοῖς πέλας [p. 192] παντάπασιν ἐχρῆν, τὸ δὲνεῖμαι τοῦ καρποῦσεμνοτέρῳ ὀνόματι δωρεᾶς χάριτος ἄλλου τινὸς τῶν τοιούτων περιλαβεῖν; ἐῶ ταῦτα. τὴν δὲ τῆς Ἀθηνᾶς δωρεὰν οὕτως εἴρηκεν: “μετὰ δὲ ταῦτα ἐλαίου γένεσιν, πόνων ἀρωγήν, ἀνῆκε τοῖς ἐκγόνοις.” περιφράσεις πάλιν ἐνταῦθα καὶ διθύραμβοι. καὶ τί δεῖ τὰ πλείω λέγειν; δἰ ὅλου γὰρ ἄν τις εὕροι τοῦ λόγου πορευόμενος τὰ μὲν οὐκ ἀκριβῶς οὐδὲ λεπτῶς εἰρημένα, τὰ δὲ μειρακιωδῶς καὶ ψυχρῶς, τὰ δὲ οὐκ ἔχοντα ἰσχὺν καὶ τόνον, τὰ δὲ ἡδονῆς ἐνδεᾶ καὶ χαρίτων, τὰ δὲ διθυραμβώδη καὶ φορτικά. ἐγὼ δ᾽ ἠξίουν πάντα γενναῖα εἶναι καὶ σπουδῆς ἄξια. Πλάτων γάρ ἐστιν ταῦτα γράφων, ὃς εἰ μὴ καὶ τὰ πρωτεῖα οἴσεται τῆς λέξεως, περί γε τῶν δευτερείων πολὺν ἀγῶνα παρέξει τοῖς διαμιλλησομένοις. ἀλλὰ περὶ μὲν τούτων ἅλις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: