previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

λαμβανέσθω δὲ πρότερος Πλάτων, καὶ ἐπειδὴ μέγα φρονεῖν ἔοικεν ἐπί τε ἀκριβείᾳ καὶ σεμνότητι ὀνομάτων, ταῦτα ἐπὶ τῶν αὐτοῦ βασανίσω, ἀρξάμενος, ὅθεν περ κἀκεῖνος, τοῦ λόγου: “ἔργῳ μὲν ἡμῖν οἵδε ἔχουσι τὰ προσήκοντα σφίσιν αὐτοῖς, ὧν τυχόντες πορεύονται τὴν εἱμαρμένην πορείαν.” μὲν εἰσβολὴ θαυμαστὴ καὶ πρέπουσα τοῖς ὑποκειμένοις πράγμασι κάλλους τε ὀνομάτων ἕνεκα καὶ σεμνότητος καὶ ἁρμονίας, τὰ δ᾽ ἐπιλεγόμενα οὐκέθ᾽ ὅμοια τοῖς πρώτοις, αὐτίκα τό: “προπεμφθέντες κοινῇ μὲν ὑπὸ τῆς πόλεως, ἰδίᾳ δὲ ὑπὸ τῶν οἰκείων.” ἐν γὰρ τῷ πάντα τὰ προσήκοντα σφίσιν αὐτοῖς ἔχειν τοὺς θαπτομένους ἐνῆν καὶ τὸ προπεμφθῆναι τὰ σώματ᾽ αὐτῶν ἐπὶ τὰς ταφὰς δημοσίᾳ τε καὶ ἰδίᾳ. ὥστε οὐκ ἀναγκαῖον ἦν πάλιν ταὐτὸ λέγειν: εἰ μὴ κράτιστον ἁπάντων τῶν περὶ τὰς ταφὰς νομίμων τοῦτο ὑπελάμβανεν ἀνὴρ εἶναι, λέγω δὴ τὸ παρεῖναι πολλοὺς ταῖς ἐκκομιδαῖς, καὶ οὐθὲν ἄτοπον ἐδόκει ποιεῖν συμπεριλαβών τε αὐτὸ τοῖς ἄλλοις καὶ χωρὶς ὑπὲρ αὐτοῦ μόνου λέγων. ἠλίθιος ἄρα τις ἦν, εἰ τοῦτον ἐδόκει τοῖς τελευτήσασι λαμπρότατον εἶναι τῶν κόσμων, οἷς πόλις αὐτοὺς ἐκόσμει. ἵνα γὰρ ἀφῶ πάντα τὰ ἄλλα, τὸ δημοσίᾳ γηροτροφεῖσθαι [p. 182] τοὺς πατέρας αὐτῶν ἄχρι θανάτου καὶ παιδεύεσθαι τοὺς υἱεῖς ἕως ἥβης πόσῳ κρεῖττον ἦν τοῦ προπέμπεσθαι τὰ σώματα δημοσίᾳ; ἐμοὶ μὲν δοκεῖ μακρῷ. οὐκοῦν οὐκ ἀναγκαία, Πλάτων, ἥδε προσθήκη. ἀλλ᾽ ἄρα γε εἰ μὴ τοῦ ἀναγκαίου, κάλλους γε τῶν ἄλλων τινὸς τῶν ἐπιθέτων ἕνεκα κόσμων παρείληπται τὸ κῶλον αὐτῷ τουτί; πολλοῦ γε καὶ δεῖ: πρὸς γὰρ τῷ μηδὲν ἔχειν σπουδῆς ἄξιον μήτε κατὰ τὴν ἐκλογὴν τῶν ὀνομάτων μήτε κατὰ τὴν σύνθεσιν προσδιαφθείρει καὶ τὴν πρὸ αὐτοῦ περίοδον, λυμαίνεται γοῦν τήν τε συμμετρίαν αὐτῆς καὶ τὴν εὐφωνίαν. νῦν μὲν γὰρ δυσὶ περιλαμβανομένη κώλοις σύμμετρός ἐστι καὶ ἐναρμόνιος καὶ στρογγύλη καὶ βάσιν εἴληφεν ἀσφαλῆ: ἐὰν δὲ προσλάβῃ τουτὶ τὸ κῶλον, ἅπαντα ταῦτα ἀπεκρίθησαν, καὶ μεταλήψεται τὸν ἱστορικὸν ἀντὶ τοῦ λογικοῦ τύπον. εἰ δὲ χωρίσαντες τοῦτο τὸ κῶλον ἀπὸ τῶν προηγουμένων αὐτὸ καθ᾽ αὑτὸ ἐξοίσομεν, οὔτε περίοδος ἡμῖν γενήσεται καθ᾽ ἑαυτὸ γενόμενον οὔτε ἦθος πάθος ἕξει μὰ Δία οὔτε ἄλλην πειθὼ καὶ χάριν οὐδεμίαν. εἰ δὴ μήτε τοῦ ἀναγκαίου χάριν προσθήκη παρείληπται μήτε τοῦ περιττοῦπερὶ ταῦτα δὲ καὶ ἐν τούτοις τῆς λέξεως κατασκευή,” τίς ἂν τοῦτο ἔτι ἕτερον ὀνομάσειεν εἰ μὴ τοῦθ᾽ [p. 183] ὅπερ ἐστὶν ἀληθῶς, ἀκαιρίαν. τούτοις ἐκεῖνα ἐπιτίθησιν ἀνήρ: “λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον τε νόμος προστάττει τούτοις ἀποδοῦναι τοῖς ἀνδράσι καὶ χρή.” τὸ καὶ χρὴ πάλιν ἐνταῦθα κείμενον ἐπὶ τελευτῆς τίνος ἕνεκα παρείληπται καὶ διὰ τί; πότερα σαφεστέραν ποιῆσαι τὴν λέξιν; ἀλλὰ καὶ χωρὶς τῆς προσθέσεως ταύτης ἐστὶ σαφής. εἴ γε οὖν οὕτως εἶχε: “λόγῳ δὲ δὴ τὸν λειπόμενον κόσμον νόμος ἀποδοῦναι προστάττει τοῖς ἀνδράσι”, τίς ἂν ταύτην ἐμέμψατο ὡς οὐ σαφῆ; ἀλλὰ τοῦτο ἥδιον ἀκουσθῆναι καὶ μεγαλοπρεπέστερον; πᾶν μὲν οὖν τοὐναντίον ἠφάνικεν αὐτῆς τὸ σεμνὸν καὶ λελύμανται. καὶ τοῦτο οὐ λόγῳ δεῖ μαθεῖν ἕκαστον, ἀλλ᾽ ἐκ τῶν ἑαυτοῦ γνῶναι παθῶν. ταῖς γὰρ ἀλόγοις αἰσθήσεσιν ἅπαντα τὰ ὀχληρὰ καὶ ἡδέα κρίνεται, καὶ οὐθὲν δεῖ ταύταις οὔτε διδαχῆς οὔτε παραμυθίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: