previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

οὐθείς ἐστιν, ὃς οὐχ ὁμολογήσειεν, εἰ μόνον ἔχοι μετρίαν αἴσθησιν περὶ λόγους καὶ μήτε βάσκανος εἴη μήτε δύσερίς τις, τοσούτῳ διαφέρειν τὴν ἀρτίως παρατεθεῖσαν [p. 201] λέξιν τῆς προτέρας, ὅσῳ διαλλάττει πολεμιστήρια μὲν ὅπλα πομπευτηρίων, ἀληθιναὶ δὲ ὄψεις εἰδώλων, ἐν ἡλίῳ δὲ καὶ πόνοις τεθραμμένα σώματα τῶν σκιὰς καὶ ῥᾳστώνας διωκόντων. μὲν γὰρ οὐδὲν ἔξω τῆς εὐμορφίας ἐπιτηδεύει καὶ παρὰ τοῦτ᾽ ἔστιν αὐτῆς τὸ καλὸν ἐν ἀναληθέσιν, δὲ οὐδέν, τι οὐκ ἐπὶ τὸ χρήσιμον καὶ ἀληθινὸν ἄγει. καί μοι δοκεῖ τις οὐκ ἂν ἁμαρτεῖν τὴν μὲν Πλάτωνος λέξιν εἰκάσας ἀνθηρῷ χωρίῳ καταγωγὰς ἡδείας ἔχοντι καὶ τέρψεις ἐφημέρους, τὴν δὲ Δημοσθένους διάλεκτον εὐκάρπῳ καὶ παμφόρῳ γῇ καὶ οὔτε τῶν ἀναγκαίων εἰς βίον οὔτε τῶν περιττῶν εἰς τέρψιν σπανιζούσῃ. δυνάμενος δ᾽ ἄν, εἰ βουλοίμην, καὶ τὰ κατὰ μέρος ἑκατέρας κατορθώματα ἐξετάζειν καὶ δεικνύειν, ὅσῳ κρείττων ἐστὶν Δημοσθένους λέξις τῆς Πλατωνικῆς οὐ μόνον κατὰ τὸ ἀληθινὸν καὶ πρὸς ἀγῶνας ἐπιτήδειοντοῦτο γὰρ ὡς πρὸς εἰδότας ὁμοίως ἅπαντας οὐδὲ λόγου δεῖν οἶμαι,” ἀλλὰ καὶ κατὰ τὸ τροπικόν, περὶ μάλιστα δεινὸς Πλάτων εἶναι δοκεῖ, καὶ πολλὰς ἔχων ἀφορμὰς λόγων ταύτην μὲν εἰς ἕτερον καιρὸν ἀναβάλλομαι τὴν θεωρίαν, εἴπερ περιέσται μοι χρόνος: ἰδίαν γὰρ οὐκ ὀκνήσω περὶ αὐτῆς ἐξενέγκαι πραγματείαν. νυνὶ [p. 202] δέ, ὅσα ἐν τῷ παρόντι ἥρμοττεν, εἴρηται. ἐπειδὴ δὲ παρελθεῖν ἡμῖν οὐκ ἐνῆν Πλάτωνα, τὰ πρωτεῖά τινες ἀπονέμουσι, κατατρῖψαι δὲ τὸν λόγον περὶ μίαν ταύτην τὴν θεωρίαν ἐπιλελησμένου τῆς ὑποθέσεως ἦν, τῇδέ μοι περιγεγράφθω. βούλομαι δὲ δὴ καὶ συλλογίσασθαι τὰ εἰρημένα ἐξ ἀρχῆς καὶ δεῖξαι πάνθ᾽, ὅσα ὑπεσχόμην ἀρχόμενος τῆς θεωρίας τοῦ λεκτικοῦ τόπου, πεποιηκότα ἐμαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: