previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δέ γε Αἰσχίνης περὶ αὐτοῦ γράφει συκοφαντῶν, [p. 248] ὥσπερ ἔφην, τοτὲ μὲν ὡς πικροῖς καὶ περιέργοις ὀνόμασι χρωμένου, τοτὲ δ᾽ ὡς ἀηδέσι καὶ φορτικοῖς, ῥᾳδίας ἔχει τὰς ἀπολογίας. εἴ γέ τοι βουληθείη τις χωρὶς ἕκαστον τῶν ἐγκλημάτων σκοπεῖν, τὰ μὲν ἐπαίνου μᾶλλον κατηγορίας ἄξια εὑρήσει, τὰ δ᾽ οὐκ ἀληθῶς εἰρημένα ὑπ᾽ αὐτοῦ. τὸ μὲν γὰρ πικραίνειν τὴν διάλεκτον, ὅταν ἀπαιτῶσιν οἱ καιροίπολλάκις δὲ ἀπαιτοῦσι καὶ μάλιστα ἐν τοῖς παθητικοῖς τῶν ἐπιχειρημάτων”, ἐγκώμιόν ἐστι τοῦ ῥήτορος, εἴ γε δὴ τὸ ποιεῖν τὸν ἀκροατὴν αὐστηρὸν τῶν νόμων φύλακα καὶ πικρὸν ἐξεταστὴν τῶν ἀδικημάτων καὶ τιμωρὸν ἀπαραίτητον τῶν παρανομούντων παρὰ τῆς ῥητορικῆς δυνάμεως μόνον μάλιστα τῶν ἄλλων ἀπαιτοῦμεν. ἀμήχανον δὲ τρυφεροῖς ὀνόμασι καλλωπίζοντα τὴν διάλεκτον ὀργὴν μῖσος τῶν παραπλησίων τι κινῆσαι παθῶν, ἀλλ᾽ ἀνάγκη καὶ νοήματ᾽ ἐξευρεῖν, δὴ τῶν τοιούτων ἔσται παθῶν ἀγωγά, καὶ ὀνόμασι τοιούτοις αὐτὰ περιλαβεῖν, οἷς πέφυκεν ἀκοὴ πικραίνεσθαι. εἰ μὲν οὖν μὴ κατὰ τὸν οἰκεῖον καιρὸν τῇ πικραινούσῃ διαλέκτῳ χρώμενον ἀπεδείκνυεν αὐτὸν πλεονάζοντα ἐν αὐτῇ καὶ τῆς ποσότητος ἀστοχοῦντα, εἰκότως ἂν ὡς ἁμαρτάνοντα διέβαλλεν. δὲ τούτων μὲν οὐδέτερον ἔχει δεικνύναι, κοινῶς δὲ διαβάλλει τὴν παθητικὴν διάλεκτον, οὖσαν ἐπιτηδειοτάτην εἰς πολιτικοὺς παραλαμβάνεσθαι [p. 249] λόγους, λεληθότα ἐγκώμια μεταφέρων εἰς τὰς κατηγορίας, ὥσπερ ἔφην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: