previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τῆς μὲν οὖν αὐστηρᾶς καὶ φιλαρχαίου καὶ μὴ τὸ κομψὸν ἀλλὰ τὸ σεμνὸν ἐπιτηδευούσης ἁρμονίας τοιόσδε χαρακτήρ: ὀνόμασι χρῆσθαι φιλεῖ μεγάλοις καὶ μακροσυλλάβοις γαπ́ καὶ ταῖς ἕδραις αὐτῶν εἶναι πλουσίως πάνυ βεβηκυίαις, χρόνων τε ἀξιολόγων ἐμπεριλήψει διορίζεσθαι θάτερα ἀπὸ τῶν ἑτέρων. τοῦτο τὸ σχῆμα ἀπὸ τῆς ἁρμονίας ποιοῦσιν αἱ τῶν φωνηέντων γραμμάτων παραθέσεις, ὅταν τε προηγουμένη λέξις εἰς ἓν τούτων λήγῃ καὶ συνάπτουσα ταύτῃ τὴν ἀρχὴν ἀπὸ τούτων τινὸς λαμβάνῃ. ἀναγκαῖον γὰρ ἦν χρόνον τινὰ μέσον ἀμφοῖν ἀξιόλογον ἀπολαμβάνεσθαι. καὶ μηδεὶς εἴπῃ: “τί δὲ τοῦτό ἐστιν, πῶς ἄν τις γένοιτο χρόνος, ὃς γαπ́ μεταθῇ ὀνόματα ἀπ᾽ ἀλλήλων διεστάναι κατὰ τὰς τῶν φωνηέντων συμβολάς;” δείκνυται γὰρ ὑπό τε μουσικῶν καὶ μετρικῶν διὰ μέσου τῶν [p. 211] φωνηέντων χρόνος ἑτέρων παρεμβολῇ γραμμάτων ἡμιφώνων ἀναπληροῦσθαι δυνάμενος. τοῦτο δ᾽ οὐκ ἂν ἐγίγνετο μὴ σιωπῆς τινος ἀξιολόγου διειργούσης τὰ φωνήεντα ἀπ᾽ ἀλλήλων. πρῶτον μὲν δὴ τοῦτο τῆς ἁρμονίας ταύτης ἐστὶν ἰδίωμα ὡς ἐπὶ τὸ πολύ. ἕτερον δὲ τοιοῦτον: ἀνακοπὰς καὶ ἀντιστηριγμοὺς λαμβάνειν καὶ τραχύτητας ἐν ταῖς συμπλοκαῖς τῶν ὀνομάτων ἐπιστυφούσας τὴν ἀκοὴν ἡσυχῇ βούλεται. ἐνταῦθα πάλιν τῶν ἀφώνων τε καὶ ἡμιφώνων γραμμάτων δύναμις αἰτία, ὁπότ᾽ ἂν τὰ λήγοντα τῶν ἡγουμένων μορίων γράμματα ... τοῖς ἡγουμένοις ὡς μηδὲν τῶν ἐπιφερομένων μήτε συναλείφεσθαι μήτε συγχεῖσθαι φύσιν ἔχῃ. πολὺ γὰρ δὴ τὸ ἀντίτυπον ἐν ταῖς τούτων συμβολαῖς γίνεται, ὥσπερ γε καὶ ἐν αὐτοῖς τοῖς ὀνόμασιν, ὅταν ἐκ τῶν τραχυνόντων τὴν φωνὴν γραμμάτων αἱ καλούμεναι συλλαβαὶ συντεθῶσι. πολλῆς δέ τινος ἐνταῦθα δεῖ τῆς τεχνήσεως, ἵνα μὴ κακόφωνοι μηδὲ ἀηδεῖς μηδὲ ἄλλην τινὰ ὄχλησιν ἐπενεγκάμεναι ταῖς ἀκοαῖς λάθωσιν αἱ τοιαῦται συζυγίαι, ἀλλ᾽ ἐπανθῇ τις αὐταῖς χνοῦς ἀρχαιοπινὴς καὶ χάρις ἀβίαστος. ἀρκεῖ γάρ, ὡς ἐν εἰδόσι λέγοντας, ὅτι φύσιν ἔχει μηδὲν τῶν σπουδαίων ῥημάτων ἄμοιρον ὥρας εἶναι καὶ χάριτος ἰδίας, τοσοῦτον μόνον εἰπεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: