previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Αἰσχίνης ἐπιτετίμηκεν αὐτῷ, ταῦτα ἱκανά. ἤδη δέ που κἀκεῖνό τινες οἳ μὲν ὡς χαρακτηρικὸν οἳ δ᾽ ὡς ἁμάρτημα τοῦ ῥήτορος ἐσημειώσαντο, λέγω δὲ τὸ πολλοῖς ὀνόμασι τὸ αὐτὸ πρᾶγμα δηλοῦν ἐνίοτε δή, οἷά ἐστι ταυτί: “Φιλίππῳ δ᾽ ἐξέσται καὶ πράττειν καὶ ποιεῖν, τι βούλεταικαὶτὸν Μειδίαν τοῦτον οὐκ εἰδώς, ὅστις ποτ᾽ ἐστίν, οὐδὲ γιγνώσκωνκαὶτῆς ἀδελφῆς ἐναντίον κόρης ἔτι καὶ παιδὸς οὔσηςκαὶ πάντα τὰ τοιαῦτα. ὅσοι μὲν οὖν ἰδίωμα τοῦ χαρακτῆρος αὐτὸ ἀποφαίνουσι τοῦ Δημοσθένους, ὀρθῶς λέγουσι: κέχρηται γὰρ αὐτῷ χρησίμως ἀνήρ, ὥσπερ καὶ τῇ τμητικῇ καὶ τῇ βραχυλογίᾳ πάντων γε μᾶλλον καὶ εὐκαιρότερον. ὅσοι δ᾽ ἐν ἁμαρτήματος αὐτὸ μοίρᾳ φέρουσι, τὰς αἰτίας οὐκ ἐξητακότες, δι᾽ ἃς εἰώθει πλεονάζειν ἐνίοτε ἐν τοῖς ὀνόμασιν, οὐ δεόντως αὐτοῦ κατηγοροῦσιν, ἀλλ᾽ ἐοίκασιν οἱ τοῦτο συκοφαντοῦντες [p. 252] τὴν βραχυλογίαν ἐκ παντὸς ἀπαιτεῖν, ἥν, ὅπερ εἶπον, παντὸς μᾶλλον καὶ εὐκαιρότερον παρέχεται, τῶν δὲ ἄλλων ἀρετῶν οὐδεμίαν, οὐκέτι συνορῶντες ὅτι καὶ τῆς σαφηνείας δεῖ στοχάζεσθαι τὸν ῥήτορα καὶ τῆς ἐναργείας καὶ τῆς αὐξήσεως καὶ τῆς περὶ τὴν σύνθεσιν τῶν ὀνομάτων εὐρυθμίας, ὑπὲρ ἅπαντα δὲ ταῦτα τοῦ παθητικήν τε καὶ ἠθικὴν καὶ ἐναγώνιον ποιεῖν τὴν λέξιν, ἐν οἷς ἐστιν πλείστη τοῦ πιθανοῦ μοῖρα. τούτων δὲ τῶν ἀρετῶν ἑκάστην οὐχ βραχυλογία κράτιστα δύναται ποιεῖν, ἀλλὰ καὶ πλεονασμὸς ἐνίων ὀνομάτων, καὶ Δημοσθένης κέχρηται. ἔφερον δ᾽ ἄν σοι παραδείγματα τῶν εἰρημένων, εἰ μὴ κοπώδης ἔμελλον φανήσεσθαι πρὸς σὲ δῆτα λέγων. ταῦτα, κράτιστε Ἀμμαῖε, γράφειν εἴχομέν σοι περὶ τῆς Δημοσθένους λέξεως. ἐὰν δὲ σῴζῃ τὸ δαιμόνιον ἡμᾶς, καὶ περὶ τῆς πραγματικῆς αὐτοῦ δεινότητος, ἔτι μείζονος τοῦδε καὶ θαυμαστοτέρου θεωρήματος, ἐν τοῖς ἑξῆς γραφησομένοις ἀποδώσομέν σοι τὸν λόγον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: