previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ταυτί μοι δοκεῖ μηνύματα τῆς συνθέσεως εἶναι τῆς Δημοσθένους ἀνυφαίρετα καὶ χαρακτηρικά, ἐξ ὧν ἄν τις αὐτὴν διαγνοίη πᾶσαν, ἐξετάζειν βουληθείς. εἰ δέ τις ὑποτεύξεται πρὸς ταῦτα θαυμάζειν λέγων, εἰ καὶ κακοδαίμων οὕτως ἦν τηλικοῦτος ἀνήρ, ὥσθ᾽ ὅτε γράφοι τοὺς λόγους, ἄνω καὶ κάτω στρέφειν τὰ μόρια τῆς λέξεως καὶ τὰ ἐκ τούτων συντιθέμενα κῶλα, ἐμμελείας τε καὶ ῥυθμοὺς καὶ μέτρα, μουσικῆς οἰκεῖα θεωρίας πράγματα καὶ ποιητικῆς, εἰς τὴν πολιτικὴν ἐναρμόττων φράσιν, τούτων οὐδενὸς μέτεστιν, πρῶτον μὲν ἐκεῖνο ἐνθυμηθήτω, ὅτι τοσαύτης δόξης ἠξιωμένος ἀνὴρ ἐπὶ λόγοις, ὅσης οὐδεὶς τῶν πρότερον, αἰώνια συνταττόμενος ἔργα καὶ τῷ πάντα βασανίζοντι χρόνῳ παραδιδούς, οὐδὲν ἐκ τοῦ ἐπιτυχόντος ἔγραφεν. ἀλλ᾽ ὥσπερ τῆς ἐν τοῖς νοήμασιν οἰκονομίας πολλὴν ἐποιεῖτο δόσιν, οὕτω καὶ τῆς ἐν τοῖς ὀνόμασιν ἁρμονίας, ὁρῶν γε δὴ τούτους τοὺς θαυμαζομένους ἐπὶ σοφίᾳ καὶ κρατίστων λόγων ποιητὰς νομιζομένους Ἰσοκράτην καὶ Πλάτωνα γλυπτοῖς καὶ τορευτοῖς ἐοικότας ἐκφέροντας λόγους, ἐνθυμούμενος δ᾽, ὅτι τοῦ λέγειν εὖ διττὴ διαίρεσίς ἐστιν, εἴς τε τὸν πραγματικὸν τόπον καὶ εἰς τὸν λεκτικόν, καὶ τούτων πάλιν ἀμφοτέρων εἰς τὰς ἴσας διαιρεθέντων τομάς, τοῦ πραγματικοῦ μὲν [p. 241] εἴς τε τὴν παρασκευήν, ἣν οἱ παλαιοὶ καλοῦσιν εὕρεσιν, καὶ εἰς τὴν χρῆσιν τῶν παρεσκευασμένων, ἣν προσαγορεύουσιν οἰκονομίαν, τοῦ λεκτικοῦ δὲ εἴς τε τὴν ἐκλογὴν τῶν ὀνομάτων καὶ εἰς τὴν σύνθεσιν τῶν ἐκλεγέντων, ἐν ἑκατέρῳ τούτων πλείω μοῖραν ἔχει τὰ δεύτερα τῶν προτέρων: τὸ μὲν οἰκονομικὸν ἐν τᾷ πραγματικῷ, τὸ δὲ συνθετικὸν ἐν τῷ λεκτικῷ. περὶ ὧν οὐ καιρὸς ἐν τῷ παρόντι μηκύνειν. ταῦτα γὰρ ἐννοηθείη ἄν, εἴ τις μὴ κομιδῇ σκαιὸς δύσερις, καὶ οὐκ ἂν θαυμάσειεν, εἰ φροντὶς ἐγένετο Δημοσθένει ἔτι μελῶν καὶ ῥυθμῶν καὶ σχημάτων, καὶ τῶν ἄλλων πάντων, οἷς ἡδεῖα καὶ καλὴ γίνεται σύνθεσις. τοὐναντίον γὰρ μᾶλλον ὑπολάβοι τις ἂν ἀνὴρ μήτε ὀλιγόπονος μήτε ἁψίκορος μήτε ἀκρόσοφος ἄπορον εἶναι καὶ ἀμήχανον, μηδεμίαν ἐπιμέλειαν πεποιῆσθαι τὸν ῥήτορα τῆς ἁρμονίας τῶν λόγων φαύλην τινά, βουλόμενον μνημεῖα τῆς ἑαυτοῦ διανοίας ἀθάνατα καταλιπεῖν. οὐ γὰρ δή τοι πλάσται μὲν καὶ γραφεῖς ἐν ὕλῃ φθαρτῇ χειρῶν εὐστοχίας ἐνδεικνύμενοι τοσούτους εἰσφέρονται πόνους, ὥστε καὶ φλέβια καὶ πτίλα καὶ χνοῦς καὶ τὰ τούτοις ὅμοια εἰς ἄκρον ἐξεργάζεσθαι καὶ κατατήκειν εἰς ταῦτα τὰς τέχνας, πολιτικὸς δ᾽ ἄρα δημιουργός, [p. 242] πάντας ὑπεράρας τοὺς καθ᾽ αὑτὸν φύσει τε καὶ πόνῳ, τῶν ἐλαχίστων τινὸς εἰς τὸ εὖ λέγειν, εἰ δὴ καὶ ταῦτα ἐλάχιστα, ὠλιγώρησε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: