previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεύτερον δὴ κεφάλαιον ἦν ἐπιδεῖξαι, τίσι θεωρήμασι χρώμενος καὶ διὰ ποίας ἀσκήσεως προελθὼν τὸ κράτιστον μέρος ἔλαβε τῆς ... ἁρμονίας. ἐρῶ δὴ καὶ περὶ τούτων, ὡς ἔχω δόξης. δυεῖν ὄντων τελῶν περὶ πᾶν ἔργον, ὡς εἰπεῖν, ὧν τε φύσις δημιουργὸς καὶ ὧν αἱ τέχναι μητέρες, τοῦ καλοῦ καὶ τῆς ἡδονῆς, εἶδεν, ὅτι κἀν τοῖς λόγοις τοῖς τε ἐμμέτροις καὶ τοῖς ἔξω τοῦ μέτρου κατασκευαζομένοις ... ἔμελλεν ἀποχρώντως ἕξειν ἀμφοτέρων τούτων. χωρισθὲν γὰρ ἑκάτερον αὐτῶν θατέρου πρὸς τῷ μὴ τέλειον εἶναι καὶ τὴν ἰδίαν ἀρετὴν ἀμαυροτέραν ἴσχει. ταῦτα δὴ συνιδὼν καὶ τῆς μὲν αὐστηρᾶς τὸ καλὸν ὑπολαβὼν εἶναι τέλος, τῆς δὲ γλαφυρᾶς τὸ ἡδύ, ἐζήτει, τίνα ποιητικὰ τοῦ κάλλους ἐστὶ καὶ τίνα τῆς ἡδονῆς. εὕρισκε δὴ τὰ μὲν αὐτὰ ἀμφοτέρων ὄντα αἴτια, τὰ μέλη καὶ τοὺς ῥυθμοὺς καὶ τὰς μεταβολὰς καὶ τὸ παρακολουθοῦν ἅπασιν αὐτοῖς πρέπον, οὐ μὴν κατὰ τὸν αὐτὸν τρόπον ἑκάτερα σχηματιζόμενα. ὃν δὲ λόγον ἔχει τούτων ἕκαστον, ἐγὼ πειράσομαι διδάσκειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: