previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

φέρε γὰρ ἐπιχειρείτω τις προφέρεσθαι τούσδε τοὺς ἀριθμούς: “Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ, ἃς ἁπάσας οὕτως ὠμῶς ἀνῄρηκεν, ὥστε μηδ᾽, εἰ πώποτε ᾠκίσθησαν, ῥᾴδιον ἦν προσελθόντας εἰπεῖν. καὶ τὸ Φωκέων τοσοῦτον ἔθνος ἀνῃρημένον σιωπῶ”. ἐνταῦθα λέξις αὐτὴ διδάσκει, τίνος ὑποκρίσεως δεῖ αὐτῇ. διῃρηκὼς γὰρ τὸ πλῆθος τῶν ἀνῃρημένων ὑπὸ Φιλίππου πόλεων ἐπὶ Θρᾴκης οὔ φησιν ἐρεῖν. οὐχὶ ταῦτ᾽ οὖν εἰρωνευόμενον δεῖ λέγειν καὶ ἅμα ὑπαγανακτοῦντα καὶ παρεντείνοντα τὸν ἦχον; εἶτ᾽ εἰ καὶ φησὶν οὐκ ἔχειν ἐρεῖν ταῦθ᾽ ὥσπερ δεινὰ καὶ πέρα δεινῶν, ὅμως ὀδύρεται πόλεων κατάλογον καὶ τελείαν ἀναίρεσιν διέξεισιν, ὡς οὐδ᾽ ἴχνος ἔτι λοιπὸν ἐχουσῶν τῆς παλαιᾶς οἰκήσεως. οὐ δι᾽ ὀργῆς τ᾽ οὖν ταῦτα [p. 246] ὑπερβαλλούσης καὶ οἴκτου λέγεσθαι προσήκει; τίνες οὖν εἰσιν ὀργῆς καὶ ὀλοφυρμοῦ τόνοι καὶ ἐγκλίσεις καὶ σχηματισμοὶ προσώπου καὶ φοραὶ χειρῶν; ἃς οἱ κατ᾽ ἀλήθειαν ταῦτα πεπονθότες ἐπιτελοῦσι. πάνυ γὰρ εὔηθες ἄλλο τι ζητεῖν ὑποκρίσεως διδασκαλεῖον, ἀφέντας τὴν ἀλήθειαν. καὶ αὖθις ἐπιφέρει ἀνήρ: “ἀλλὰ Θετταλία πῶς ἔχει; οὐχὶ τὰς πολιτείας αὐτῶν ἀφῄρηται καὶ τετραρχίας καθέστακεν, ἵνα μὴ μόνον κατὰ πόλεις, ἀλλὰ καὶ κατὰ ἔθνη δουλεύωσιν; αἱ δ᾽ ἐν Εὐβοίᾳ πόλεις οὐκ ἤδη τυραννοῦνται, καὶ ταῦτα ἐν νήσῳ πλησίον Θηβῶν καὶ Ἀθηνῶν;” ταῦτα πάλιν ἑτέραν ὑπόκρισιν ἀπαιτεῖ. πυνθάνεται γάρ, εἶτ᾽ ἀνθυποφέρει καὶ παρ᾽ ἕκαστον ἀγανακτεῖ καὶ τὸ δεινὸν αὔξει. ἴδιον δὲ δή που σχῆμα πεύσεως, ἴδιον δ᾽ ἀνθυποφορᾶς, ἴδιον δ᾽ αὐξήσεως: οὐ δύναται ταῦτα ἑνὶ τόνῳ καὶ μιᾷ μορφῇ φωνῆς λέγεσθαι. τούτοις ἐκεῖνα ἕπεται: “καὶ οὐ γράφει μὲν ταῦτα, τοῖς δ᾽ ἔργοις οὐ ποιεῖ, ἀλλ᾽ ἐφ᾽ Ἑλλήσποντον οἴχεται, πρότερον ἧκεν ἐπ᾽ Ἀμβρακίαν, Ἦλιν ἔχει τηλικαύτην πόλιν ἐν Πελοποννήσῳ, Μεγάροις ἐπεβούλευσεν: οὔθ᾽ Ἑλλὰς οὔθ᾽ βάρβαρος χωρεῖ τὴν πλεονεξίαν τοῦ ἀνθρώπου”. ταῦτα ἔνεστι προφέρεσθαι ἡδονῇ ἐν παροδικοῖς μέλεσιν ὥσπερ ἱστορίαν; οὐκ αὐτὰ βοᾷ καὶ διδάσκει, [p. 247] πῶς αὐτὰ δεῖ λέγεσθαι, μόνον οὐ φωνὴν ἀφιέντα: “ἐνταῦθα ἀστεῖον ἦχον, ταῦτα ἐσπευσμένως εἰπέ, ταῦτ᾽ ἀναβεβλημένως, δευρὶ δ᾽ ἀπόλιπε τὸ συνεχές, ἐνταυθοῖ σύναψον τὰ ἑξῆς, τούτοις συνάλγησον, τούτων καταφρόνησον, ταῦτα ἐκδειματώθητι, ταῦτα διάσυρον, ταῦτα αὔξησον”; ἐμοὶ μὲν δοκεῖ. οὐκοῦν ἔστιν ἀλόγου ζῴου ψυχὴν ἔχοντα, μᾶλλον δὲ λίθου φύσιν νωθράν, ἀναίσθητον, ἀκίνητον, ἀπαθῆ, τὴν Δημοσθένους προφέρεσθαι λέξιν; πολλοῦ γε καὶ δεῖν, ἐπεὶ τὸ κάλλιστον αὐτῆς ἀγαθὸν ἀπολεῖται, τὸ πνεῦμα, καὶ οὐδὲν διοίσει σώματος καλοῦ μέν, ἀκινήτου δὲ καὶ νεκροῦ. πόλλ᾽ ἄν τις εἰς τοῦτο τὸ μέρος εἰπεῖν ἔχοι, τοῦ δὲ συντάγματος ἱκανὸν εἰληφότος ἤδη μῆκος αὐτοῦ που καταπαῦσαι χρὴ τὸν λόγον, ἐκεῖνο ἔτι νὴ Δία τοῖς εἰρημένοις προσαποδόντας, ὅτι πάσας ἔχουσα τὰς ἀρετὰς Δημοσθένους λέξις λείπεται εὐτραπελίας, ἣν οἱ πολλοὶ καλοῦσι χάριν. πλεῖστον γὰρ αὐτῆς μετέχει μέρος
λβ́οὐ γάρ πως ἅμα πάντα θεοὶ δόσαν ἀνθρώποισιν,
ὡς καὶ τοὺς ἀστεϊσμοὺςἅμα ἐν τοῖς Δημοσθένους λόγοις. οὐδὲν γάρ, ὧν ἑτέροις τισὶν ἔδωκεν ἀγαθῶν δαίμων, ἐκείνῳ ἐφθόνησεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: