previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δὲ μετὰ ταύτην γλαφυρὰ καὶ θεατρικὴ καὶ τὸ κομψὸν αἱρουμένη πρὸ τοῦ σεμνοῦ τοιαύτη: ὀνομάτων αἰεὶ βούλεται λαμβάνειν τὰ λειότατα καὶ μαλακώτατα, τὴν εὐφωνίαν θηρωμένη καὶ τὴν εὐμέλειαν, ἐξ αὐτῶν δὲ τὸ ἡδύ. ἔπειτα οὐχ ὡς ἔτυχεν ἀξιοῖ ταῦτα [p. 215] τιθέναι οὐδὲ ἀπερισκέπτως συναρμόττειν θάτερα τοῖς ἑτέροις, ἀλλὰ διακρίνουσα τὰ ποῖα τοῖς ποίοις καὶ παρατιθέμενα μουσικωτέρους ποιεῖν δυνήσεται τοὺς ἤχους, καὶ σκοποῦσα κατὰ ποῖον σχῆμα ληφθέντα χαριεστέρας ἀποτελέσει τὰς συζυγίας, οὕτως συναρμόττειν ἕκαστα πειρᾶται, πολλὴν σφόδρα ποιουμένη φροντίδα τοῦ συνεξέσθαι καὶ συνηλεῖφθαι καὶ προπετεῖς ἁπάντων αὐτῶν εἶναι τὰς ἁρμονίας. καὶ διὰ τοῦτο φεύγει μὲν ἁπάσῃ σπουδῇ τὰς τῶν φωνηέντων συμβολὰς ὡς τὴν λειότητα καὶ τὴν εὐέπειαν διασπώσας, φεύγει δέ, ὅση δύναμις αὐτῇ, τῶν ἡμιφώνων τε καὶ ἀφώνων γραμμάτων τὰς συζυγίας, ὅσαι τραχύνουσι τοὺς ἤχους καὶ ταράττειν δύνανται τὰς ἀκοάς. ἐπειδὴ γὰρ οὐκ ἐνδέχεται πᾶσαν σημαίνουσαν σῶμα πρᾶγμα λέξιν ἐξ εὐφώνων συγκεῖσθαι γραμμάτων καὶ μαλακῶν, ἀλλ᾽ ἐνίοτε συγκεῖσθαι τὰς αὐτὰς καὶ κακῶς ἐνδέχεται, μὴ δίδωσιν φύσις, τοῦτο πειρᾶται λαμβάνειν ταῖς συζυγίαις αὐταῖς καὶ οὕτω τὰς φωνὰς ποιεῖν ἡδίους καὶ μαλακωτέρας. καὶ δῆτα καὶ παρεμβάλλειν αὖ ταῖς ἀναγκαίαις τινὰς ἑτέρας λέξεις ὑπομένει πρὸς τὸν ὑποκείμενον νοῦν οὔτ᾽ ἀναγκαίας οὔτ᾽ ἴσως χρησίμας, δεσμοῦ δέ τινος κόλλης τάξιν ταῖς [p. 216] πρὸ αὐτῶν καὶ μετ᾽ αὐτὰς κειμέναις ὀνομασίαις παρεξομένας, εξομένας, ἵνα μὴ συναπτόμεναι πρὸς ἀλλήλας αἱ καταλήγουσαί τε εἰς τραχὺ γράμμα καὶ αἱ τὴν ἀρχὴν ἀπό τινος τοιούτου λαμβάνουσαι σπαδονισμοὺς τῶν ἤχων ποιῶσι καὶ ἀντιτυπίας, τῇ δὲ παρεμπιπτούσῃ λέξει προσαναπαυόμεναι μαλακοὺς φαίνεσθαι ποιῶσι τοὺς ἤχους καὶ συνεχεῖς. τὸ γὰρ ὅλον ἐστὶν αὐτῆς βούλημα καὶ πολλὴ πραγματεία περὶ τὸ συσπασθῆναί τε καὶ συνυφάνθαι πάντα τὰ μόρια τῆς περιόδου, μιᾶς λέξεως ἀποτελοῦντα φαντασίαν, καὶ ἔτι πρὸς τούτῳ περὶ τὸ πᾶσαν εἶναι τὴν λέξιν, ὥσπερ ἐν ταῖς μουσικαῖς συμφωνίαις, ἡδεῖαν καὶ λιγυράν. τούτων δὲ τὸ μὲν αἱ τῶν ἁρμονιῶν ἀκρίβειαι ποιοῦσι, τὸ δ᾽ αἱ τῶν γραμμάτων δυνάμεις οἰκείως ἐχόντων πρὸς ἄλληλα ταῖς κατὰ τοὺς νόμους συμπαθείαις, ὑπὲρ ὧν ἑτέρας ἐπιστήμης θεωρία. ἐπιτρόχαλος δή τις γίνεται καὶ καταφερὴς ῥύσις τῆς λέξεως, ὥσπερ κατὰ πρανοῦς φερόμενα χωρίου νάματα μηδενὸς αὐτοῖς ἀντικρούοντος, καὶ διαρρεῖ διὰ τῆς ἀκοῆς ἡδέως πως καὶ ἀσπαστῶς οὐδὲν ἧττον τὰ δι᾽ ᾠδῆς καὶ ὀργάνου μουσωθέντα κρούματα καὶ μέλη. ἔτι τῆς συνθέσεως ταύτης ἐστὶ καὶ τὰ κῶλα δεινῶς ποιήμασιν ἐμφερῆ, μαλακόφωνα καὶ λεῖα, πολὺ τὸ κωτίλον ἔχοντα, [p. 217] κατά τινα φιλότητα φυσικὴν συζευγνύμενα ἀλλήλοις. ἐξ ὧν περίοδος συνέστηκεν: οὐδὲν γὰρ ἔξω περιόδου συντίθησιν. ἔτι τῶν ῥυθμῶν, εἰς ἃς διαστέλλεται περιόδους, οὐ τοὺς ἀξιωματικοὺς βούλεται λαμβάνειν ἀλλὰ τοὺς χαριεστάτους. εὐκόρυφοι δὴ φαίνονται καὶ εὔγραμμοι διὰ τοῦτο καὶ εἰς ἕδραν ἀσφαλῆ τελευτῶσι. τῶν δὲ σχημάτων διώκει τὰ κινητικώτατα τῶν ὄχλων: καλλωπίζεται γὰρ καὶ τέθηλε τούτοις, ἃν ἄχρι τοῦ μὴ λυπῆσαι τὰς ἀκοὰς προβαίνοι, ὧν εἰσὶν αἵ τε παρισώσεις καὶ παρομοιώσεις καὶ ἀντιθέσεις καὶ τὰ παρωνομασμένα τά τε ἀντιστρέφοντα καὶ τὰ ἐπαναφερόμενα καὶ ἄλλα πολλὰ τοιαῦτα ποιητικῆς καὶ μελικῆς λέξεως ὄργανα. τοιαῦτά τινά μοι καὶ ταύτης εἶναι φαίνεται χαρακτηριστικὰ τῆς ἁρμονίας. παραδείγματα δ᾽ αὐτῆς ποιοῦμαι ποιητῶν μὲν Ἡσίοδόν τε καὶ Σαπφὼ καὶ Ἀνακρέοντα, τῶν δὲ πεζῇ λέξει χρησαμένων Ἰσοκράτην τε τὸν Ἀθηναῖον καὶ τοὺς ἐκείνῳ πλησιάσαντας. εἴρηνται μὲν οὖν καὶ πρότερον ἤδη λέξεις τινές, ἐν αἷς τὸν ὅλον χαρακτῆρα αὐτοῦ τῆς λέξεως ὑπέγραφον, ἐξ ὧν καὶ τὰ περὶ τὴν σύνθεσιν, εἰ τοιαῦτά ἐστιν οἷα λέγομεν ἡμεῖς, οὐ χαλεπῶς ἄν τις ἴδοι. ἵνα δὲ μὴ δόξωμεν διαρτᾶν τὰς ἀκολουθίας, τοὺς ἀναγινώσκοντας ἐπὶ τὰ ἐν ἀρχαῖς ῥηθέντα παραδείγματα κελεύοντες ἀναστρέφειν, λαμβανέσθω κἀνταῦθα ἐκ τῶν Πανηγρικῶν αὐτοῦ λόγων λέξις οὐ πολλὴν διατριβὴν παρέξουσα [p. 218] τοῖς ἀναγνωσομένοις, ἐν διεξέρχεται τὰ πραχθέντα Ἀθηναίοις περὶ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν. ἔστι δὲ ἥδε: “ἐπειδὴ γὰρ οὐχ οἷοί τε ἦσαν πρὸς ἀμφοτέρας ἅμα παρατάξασθαι τὰς δυνάμεις, παραλαβόντες ἅπαντα τὸν ὄχλον ἐκ τῆς πόλεως εἰς τὴν ἐχομένην νῆσον ἐξέπλευσαν, ἵν᾽ ἐν μέρει καὶ μὴ πρὸς ἑκάτερα κινδυνεύωσι. καίτοι πῶς ἂν ἐκείνων ἄνδρες ἀμείνους μᾶλλον φιλέλληνες ὄντες ἐπιδειχθεῖεν, οἵτινες ἔτλησαν ἐπιδεῖν, ὥστε μὴ τοῖς πολλοῖς αἴτιοι γενέσθαι τῆς δουλείας, ἐρήμην μὲν τὴν πόλιν γιγνομένην, τὴν δὲ χώραν πορθουμένην, ἱερὰ δὲ συλώμενα καὶ νεὼς ἐμπιμπραμένους, ἅπαντα δὲ τὸν πόλεμον περὶ τὴν πατρίδα τὴν αὑτῶν γενόμενον; καὶ μὴν οὐδὲ ταῦτ᾽ ἀπέχρησεν αὐτοῖς, ἀλλὰ πρὸς διακοσίας καὶ χιλίας τριήρεις μόνοι διαναυμαχεῖν οὐκ ἐμέλλησαν, οὐ μὴν εἰάθησάν γε. καταισχυνθέντες τε γὰρ Πελοποννήσιοι τὴν ἀρετὴν αὐτῶν καὶ νομίσαντες προδιαφθαρέντων μὲν τῶν ἡμετέρων οὐδ᾽ αὐτοὶ σωθήσεσθαι, κατορθωσάντων δ᾽ εἰς ἀτιμίαν τὰς αὑτῶν πόλεις καταστήσειν, ἠναγκάσθησαν μετασχεῖν τῶν κινδύνων. καὶ τοὺς μὲν θορύβους τοὺς ἐν τῷ πράγματι γιγνομένους καὶ τὰς κραυγὰς καὶ τὰς παρακελεύσεις, κοινὰ πάντων ἐστὶ τῶν ναυμαχούντων, οὐκ οἶδ᾽ τι δεῖ λέγοντας διατρίβειν. [p. 219] δ᾽ ἔστιν ἴδια καὶ τῆς ἡγεμονίας ἄξια καὶ τοῖς προειρημένοις ὁμολογούμενα, ταῦτα δ᾽ ἐμὸν ἔργον ἐστὶν εἰπεῖν. τοσοῦτον γὰρ πόλις ἡμῶν διέφερεν, ὅτε ἦν ἀκέραιος, ὥστε ἀνάστατος γενομένη πλείους μὲν συνεβάλετο τριήρεις εἰς τὸν κίνδυνον τὸν ὑπὲρ τῆς Ἑλλάδος σύμπαντες οἱ ναυμαχήσαντες, δυναμένας δὲ πρὸς δὶς τοσαύτας κινδυνεύειν. οὐδείς γ᾽ οὖν πρὸς ἡμᾶς οὕτως ἔχει δυσμενῶς, ὅστις οὐκ ἂν ὁμολογήσειε διὰ μὲν τὴν ναυμαχίαν ἡμᾶς τῷ πολέμῳ κρατῆσαι, ταύτης δὲ τὴν πόλιν αἰτίαν γεγενῆσθαι. καίτοι μελλούσης στρατείας ἐπὶ τοὺς βαρβάρους ἔσεσθαι τίνας χρὴ τὴν ἡγεμονίαν ἔχειν; οὐ τοὺς ἐν τῷ προτέρῳ πολέμῳ μάλιστα εὐδοκιμήσαντας καὶ πολλάκις μὲν ἰδίᾳ προκινδυνεύσαντας, ἐν δὲ τοῖς κοινοῖς τῶν ἀγώνων ἀριστείων ἀξιωθέντας; οὐ τοὺς τὴν αὑτῶν καταλιπόντας περὶ τῆς τῶν ἄλλων σωτηρίας καὶ τό γε παλαιὸν οἰκιστὰς πλείστων πόλεων γενομένους καὶ πάλιν αὐτὰς ἐκ τῶν μεγίστων συμφορῶν διασώσαντας; πῶς δ᾽ οὐκ ἂν δεινὰ πάθοιμεν, εἰ τῶν κακῶν πλεῖστον μέρος μετασχόντες ἔλαττον ταῖς τιμαῖς ἔχειν ἀξιωθείημεν καὶ τότε προταχθέντες πρὸ τῶν ἄλλων νῦν ἑτέροις ἀκολουθεῖν ἀναγκασθείημεν;”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: