previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[120] ἐκεῖνον, εὐθηνίᾳ διηνεκεῖ συζῶν καὶ τρυφὴν ἀδάπανον ἔχων, φόβον τε παντάπασιν ἀποσεισάμενος τῶν ἀτάκτων καὶ πονηρῶν πολιτῶν, τῆς σοφωτάτης ἑαυτὸν ἐμακάριζεν εὐβουλίας. Πόλιν οὖν νόει μοι τὸν μάταιον τοῦτον καὶ ἀπατεῶνα κόσμον, πολίτας δὲ τὰς ἀρχὰς καὶ 1 τὰς ἐξουσίας τῶν δαιμόνων, τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, τοὺς δελεάζοντας ἡμᾶς τῷ λείῳ τῆς ἡδονῆς, καὶ ὡς περὶ ἀφθάρτων ὑποτιθεμένους διανοεῖσθαι τῶν φθαρτῶν καὶ ἐπικήρων, ὡς ἅτε συνδιαιωνιζούσης ἡμῖν καὶ ἀθάνατα τῆς τούτων συνυπαρχούσης ἀπολαύσεως. οὕτως οὖν ἀπατηθέντων ἡμῶν καὶ μηδεμίαν περὶ τῶν μονίμων ἐκείνων καὶ αἰωνίων βουλευσαμένων, μήτε τι ταμιευσαμένων ἑαυτοῖς εἰς τὸν ἐκεῖθεν βίον, αἰφνίδιος ἡμῖν ἐφίσταται ὄλεθρος τοῦ θανάτου. τότε δὴ τότε γυμνοὺς ἡμᾶς τῶν ἐντεῦθεν οἱ πονηροὶ καὶ πικροὶ δεξάμενοι πολῖται τοῦ σκότους, ὡς ἐκείνοις τὸν ἅπαντα προσαναλώσαντας χρόνον, ἀπάγουσιν 2 εἰς γῆν σκοτεινὴν καὶ γυοφεράν, εἰς γῆν σκότους αἰωνίου, οὗ οὐκ ἔστι φέγγος, οὐδὲ ὁρᾶν ζωὴν βροτῶν. σύμβουλον δὲ ἀγαθόν, τὸν τἀληθῆ πάντα γνωρίσαντα καὶ τὰ σωτήρια διδάξαντα [p. 204] ἐπιτηδεύματα τῷ συνετῷ καὶ σοφωτάτῳ βασιλεῖ, τὴν ἐμὴν ὐπολάμβανε εὐτελῆ χθαμαλότητα, ὃς τὴν ἀγαθὴν ὁδὸν καὶ ἀπλανῆ ὑποδεῖξαί σοι ἥκω, τοῖς αἰωνίοις μὲν καὶ ἀτελευτήτοις ἐνάγων κἀκεῖσε πάντα συμβουλεύων ἀποθέσθαι, ἀπάγων δὲ τοῦ πλάνου κόσμου τούτου, ὅνπερ κἀγὼ δυστυχῶς

1 Eph. vi. 12

2 Job. x. 21

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: