previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[146] εἴτε καθ̓ ἡλικίαν εἴτε κατὰ τὸ τῆς μορφῆς εἶδος, μήτε τὰ πεπαλαιωμένα μοι ἀνακαινίζειν ἐξισχῦσαι, μήτε τὰ διεφθαρμένα ἐπανορθοῦν. οὐδεὶς γὰρ τῶν ἀνθρώπων τούτων τι ἴσχυσέ ποτε κατεργάσασθαι, οὔτε βασιλεύς, οὔτε σοφός, οὔτε πλούσιος, οὔτε δυνάστης, οὔτε τις ἄλλος ἀνθρώπινα 1 μετερχόμενος ἐπιτηδεύματα: Οὐδεὶς γάρ, φησί, βασιλέων τῶν ἐν ὑπεροχαῖς ὄντων ἑτέραν ἔσχε γενέσεως ἀρχήν, μία δὲ πάντων εἴσοδος εἰς τὸν βίον, ἔξοδός τε ἴση. Ἐκ τούτων οὖν τῶν περὶ ἐμὲ εἰς γνῶσιν τῆς τοῦ Δημιουργοῦ μεγαλουργίας χειραγωγοῦμαι: σὺν τούτοις δὲ καὶ τὴν εὐάρμοστον κατασκευὴν καὶ συντήρησιν τῆς κτίσεως ἁπάσης ἐννοῶν, ὅτι αὐτὰ μὲν καθ̓ ἑαυτὰ τροπῇ ὑπόκεινται πάντα καὶ ἀλλοιώσει, τὰ μὲν νοητὰ κατὰ προαίρεσιν, τήν τε ἐν τῷ καλῷ προκοπὴν καὶ τὴν ἐκ τοῦ καλοῦ ἀποφοίτησιν, τὰ δὲ αἰσθητὰ κατὰ γένεσιν καὶ φθοράν, [p. 248] αὔξησίν τε καὶ μείωσιν, καὶ τὴν κατὰ ποιότητα μεταβολὴν καὶ τοπικὴν κίνησιν, καὶ ἐκ τούτων κηρύττουσι φωναῖς ἀλαλήτοις ὑπὸ τοῦ ἀκτίστου καὶ ἀτρέπτου καὶ ἀναλλοιώτου γεγενῆσθαι Θεοῦ,

1 Wisd. vii. 5, 6

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: