previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[176] μνησικακίας καὶ μήνιδος σεαυτὸν μακρύνας, ἥτις πλέον πάντων τὰς ἡμετέρας εὐχὰς πρὸς Θεὸν ἀνάγεσθαι κωλύει, πᾶσί τε τοῖς ἡμαρτηκόσι σοι ἀπὸ καρδίας ἀφεὶς τὰ πλημμελήματα, καὶ ἐν 1 ἐλεημοσύναις καὶ οἰκτιρμοῖς πενήτων τὴν εὐχὴν πτερώσας, προσάγαγε τῷ Θεῷ μετὰ θερμῶν δακρύων. οὕτως εὐχόμενος δυνήσῃ εἰπεῖν ὡς μακάριος Δαυΐδ: οὗτος γὰρ βασιλεὺς ὢν καὶ μυρίαις ἑλκόμενος φροντίσι, πάντων δὲ τῶν παθῶν τὴν ψυχὴν αὐτοῦ καθαρίσας, ἔλεγε πρὸς 2 τὸν Θεόν: Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα: ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης: ἐφύλαξεν ψυχή μου τὰ μαρτύριά σου καὶ ἠγάπησεν αὐτὰ σφόδρα: ἐγγισάτω δέησίς μου ἐνώπιόν σου, Κύριε: κατὰ τὸ λόγιόν σου συνέτισόν με. 3 Οὕτως βοῶντός σου Θεὸς ἐπακούσεται: ἔτι λαλοῦντός σου, ἐρεῖ: Ἰδοὺ πάρειμι. εἰ τοιαύτην οὖν κτήσῃ εὐχήν, μακάριος ἔσῃ: ἀμήχανον γὰρ ἄνθρωπον, μετὰ τοιαύτης προθυμίας εὐχόμενον

1 Schol. on Scala by John Clim. p. 443

2 Ps. cxix. 163

3 Is. lvlil. 8, 9

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: