Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πολλὰ καὶ μεγάλα, καὶ σχεδὸν ἐοίκασί πως κατὰ τὰ πλεῖστα τοῖς παρ᾽ Ἕλλησιν ἀγορανόμοις.
ἐπεὶ δὲ κατέστη τὰ πράγματα καὶ τὸν ἀπ᾽ ἀρχῆς κόσμον ἐκομίσατο ἡ πόλις, ἐπὶ τοὺς ἔξω πολεμίους ὑπὸ τῶν ἡγεμόνων στρατιὰ κατελέγετο πολλὴν εἰσενεγκαμένου προθυμίαν τοῦ δήμου καὶ δι᾽ ὀλίγου χρόνου πάντα τὰ εἰς τὸν πόλεμον ἐπιτήδεια εὐτρεπῆ ποιήσαντος. τῶν δ᾽ ὑπάτων διακληρωσαμένων περὶ τῆς ἐξουσίας, ὡς ἔστιν αὐτοῖς ἔθος, Σπόριος μὲν Κάσσιος, ὃς ἔλαχε τὴν τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν, ὑπέμεινε μέρος τῆς κατειλεγμένης δυνάμεως τὸ ἀρκοῦν λαβών: Πόστουμος δὲ Κομίνιος ἐξῆγε τὴν λοιπὴν στρατιὰν Ῥωμαίων τ᾽ αὐτῶν ἀξιόχρεων ἄγων μοῖραν καὶ Λατίνων τι συμμαχικὸν οὐκ ὀλίγον. [2] κρίνας δὲ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.