previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀρετὴν μαρτυρούσης ἀξιωθείς. [3] ἐκ δὲ τοῦ μονογενοῦς παιδὸς εἰς ἄνδρας ἀφικομένου καὶ γάμον ἐπιφανῆ λαβόντος υἱὸς γίνεται Τύλλος Ὁστίλιος ἀνὴρ δραστήριος, ὃς ἀπεδείχθη βασιλεὺς ψήφῳ τε πολιτικῇ διενεχθείσῃ περὶ αὐτοῦ κατὰ νόμους καὶ τοῦ δαιμονίου δἰ οἰωνῶν αἰσίων ἐπικυρώσαντος τὰ δόξαντα τῷ δήμῳ. ἔτος δὲ ἦν ἐν τὴν ἡγεμονίαν παρέλαβεν δεύτερος ἐνιαυτὸς τῆς ἑβδόμης καὶ εἰκοστῆς ὀλυμπιάδος, ἣν ἐνίκα στάδιον Εὐρυβάτης Ἀθηναῖος ἄρχοντος Ἀθήνησι Λεωστράτου. [4] οὗτος ἔργον ἁπάντων μεγαλοπρεπέστατον ἀποδειξάμενος αὐτὸς εὐθὺς ἅμα τῷ παραλαβεῖν τὴν ἀρχὴν ἅπαν τὸ θητικὸν τοῦ δήμου καὶ ἄπορον οἰκεῖον ἔσχεν. ἦν δὲ τοιόνδε: χώραν εἶχον ἐξαίρετον οἱ πρὸ αὐτοῦ βασιλεῖς πολλὴν καὶ ἀγαθήν, ἐξ ἧς ἀναιρούμενοι τὰς προσόδους ἱερά τε θεοῖς ἐπετέλουν καὶ τὰς εἰς τὸν ἴδιον βίον ἀφθόνους εἶχον εὐπορίας, ἣν ἐκτήσατο μὲν Ῥωμύλος πολέμῳ τοὺς τότε κατασχόντας ἀφελόμενος, ἐκείνου δὲ ἄπαιδος ἀποθανόντος Πομπίλιος Νόμας μετ᾽ ἐκεῖνον βασιλεύσας ἐκαρποῦτο: ἦν δὲ οὐκέτι δημοσία κτῆσις, ἀλλὰ τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: