previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἷς ἐστιν ἐλευθερίας τε καὶ δόξης ἀγαθῆς λόγος.


ὡς δὲ καὶ τοῖς ἄλλοις ἅπασι ταῦτ᾽ ἐδόκει, καὶ οὐθεὶς ἦν τἀναντία ἐρῶν, οἱ μὲν ὕπατοι τὸν δῆμον εἰς ἐκκλησίαν συνεκάλουν. συνελθόντος δ᾽ ὡς ἐπὶ καινοῖς ἀκούσμασι παντὸς τοῦ κατὰ τὴν πόλιν ὄχλου παρελθὼν ἅτερος τῶν ὑπάτων Γάιος Ὁράτιος ἐπειρᾶτο πείθειν τοὺς δημοτικοὺς ἑκόντας ὑπομεῖναι καὶ ταύτην τὴν στρατείαν. ἀντιλεγόντων δὲ τῶν δημάρχων καὶ τοῦ δήμου προσέχοντος αὐτοῖς τὸν νοῦν παρελθὼν πάλιν ὕπατος εἶπε: [2] καλὸν γ᾽, Οὐεργίνιε, καὶ θαυμαστὸν ἔργον ἐξειργάσασθε διασπάσαντες ἀπὸ τῆς βουλῆς τὸν δῆμον: καὶ τὸ μὲν ἐφ᾽ ὑμῖν εἶναι μέρος πάντ᾽ ἀπολωλέκαμεν, ὅσα παρὰ τῶν προγόνων παραλαβόντες τοῖς ἑαυτῶν πόνοις κτησάμενοι κατέσχομεν ἀγαθά. [3] οὐ μὴν ἡμεῖς γ᾽ ἀκονιτὶ μεθησόμεθα αὐτῶν, ἀλλ᾽ ἀναλαβόντες τὰ ὅπλα μετὰ τῶν βουλομένων σώζεσθαι τὴν πατρίδα χωρήσομεν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: