previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ ὑπὸ τοῦ δρόμου συγκεκομμένοις τὰ πνεύματα πολλοὶ καὶ σὺν κόσμῳ ἐπελθόντες, καταβάλλουσί τε τοὺς ὁμόσε χωροῦντας καὶ τοὺς λοιποὺς εἰς φυγὴν ὁρμήσαντας ὑποτεμόμενοι τὰς εἰς τὴν πόλιν φερούσας ὁδοὺς εἰς ὀρεινήν τινα κατακλείουσι ῥάχιν ἔρημον. θέμενοι δὲ πλησίον αὐτῶν τὰ ὅπλα: νὺξ γὰρ ἤδη [p. 203] κατελάμβανε: φυλακὰς ἐποιοῦντο δι᾽ ὅλης νυκτός, ἵνα μὴ λάθοιεν σφᾶς ἀποδράντες. [4] ὡς δ᾽ εἰς τὴν Ῥώμην τὸ πάθος ἀπηγγέλθη ταραχή τ᾽ ἦν πολλὴ καὶ δρόμος ἐπὶ τὰ τείχη καὶ δέος ἁπάντων, μὴ διὰ νυκτὸς εἰς τὴν πόλιν ἔλθοιεν οἱ πολέμιοι τῷ κατορθώματι ἐπαρθέντες, τῶν τ᾽ ἀπολωλότων οἶκτος καὶ τῶν περιλειπομένων ἔλεος, ὡς ἀναρπασθησομένων αὐτίκα μάλα δι᾽ ἀπορίαν τῶν ἀναγκαίων, εἰ μή τις αὐτοῖς ἐπικουρία ἔλθοι ταχεῖα. [5] ἐκείνην μὲν οὖν τὴν νύκτα πονηρὰς ἔχοντας τὰς ψυχὰς ἄγρυπνοι διῆγον: τῇ δ᾽ ἑξῆς ἡμέρᾳ πάντας τοὺς ἐν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: