previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀκούσασα καὶ τὰ τοῦ ὑπάτου γράμματ᾽ ἀναλεξαμένη πολλὴν ποιουμένου παράκλησιν καὶ παραινοῦντος ὡς τάχιστα καταθέσθαι τὸν πρὸς τοὺς Τυρρηνοὺς πόλεμον, δόγμα ἐξήνεγκε διδόναι τὴν εἰρήνην, ὡς ᾐτοῦντο οἱ πολέμιοι: ἐφ᾽ οἷς δὲ δικαίοις αὕτη γενήσεται, τὸν ὕπατον καταστήσασθαι Λεύκιον Αἰμίλιον, ὡς ἂν αὐτῷ [3] φανῇ κράτιστα ἕξειν. ταύτας λαβὼν τὰς ἀποκρίσεις ὕπατος σπένδεται πρὸς τοὺς Οὐιεντανούς, ἐπιεικεστέραν μᾶλλον συμφορωτέραν τοῖς κεκρατηκόσι ποιησάμενος εἰρήνην, οὔτε χώραν αὐτῶν ἀποτεμόμενος οὔτε χρημάτων ἄλλων ἐπιθεὶς ζημίαν, οὔτε ὁμήρων δόσει τὸ πιστὸν ἐν τοῖς συγκειμένοις βεβαιωσάμενος. [4] τοῦτ᾽ αὐτῷ μέγαν ἤνεγκε φθόνον, καὶ τοῦ μὴ λαβεῖν παρὰ τῆς βουλῆς τὰς ἐπὶ τοῖς κατωρθωμένοις χάριτας αἴτιον ἐγένετο. ἐνέστησαν γὰρ αὐτῷ τὸν θρίαμβον αἰτουμένῳ τὴν αὐθάδειαν αἰτιώμενοι τῶν συνθηκῶν, ὅτι οὐ μετὰ κοινῆς γνώμης αὐτὰς ἔπραξεν. ἵνα δὲ μὴ πρὸς ὕβριν πρὸς ὀργὴν λάβῃ τὸ πρᾶγμα, ἐπὶ Οὐολούσκους αὐτὸν ἐψηφίσαντο τὴν δύναμιν ἀπάγειν ἐπικουρίας τοῦ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: